οἱ δ’ οὐ χάριν ἀλλ’ ἐνέδραν ὑποτοπήσαντες ἠθύμουν καὶ βουλόμενοι πάντα τὰ ἀγγεῖα διερευνήσασθαι φόβῳ διώξεως ἄραντες ᾗ τάχιστα συνέτεινον καὶ μόνον οὐκ ἀπνευστὶ θέοντες πολυήμερον ὁδὸν ἐπιτεμόντες ἀνύουσιν. εἶτ’ ἀλλαχόθεν ἄλλοι τὸν πατέρα οὐκ ἀδακρυτὶ περιλαβόντες ἐφίλουν ἑκάστῳ περιπλεκόμενον καὶ περιχεόμενον ἐκθύμως, καίτοι τῆς ψυχῆς ἤδη τι μαντευομένης ἀβούλητον· καὶ γὰρ προσιόντας καὶ δεξιουμένους κατενόει καὶ τὸν ὑπολειφθέντα υἱὸν ὡς ὑστερηκότα τῆς βραδυτῆτος ᾐτιᾶτο καὶ πρὸς τὰς εἰσόδους ἀπέβλεπε σπεύδων τὸν ἀριθμὸν τῶν τέκνων πλήρη θεάσασθαι. μηδενὸς δ’ ἔξωθεν ἔτι προσεπιφοιτῶντος, διεπτοημένον ἰδόντες "τῶν ἀβουλήτων“ ἔφασαν, "ὦ πάτερ, ἀνιαρότερος τῆς μαθήσεως ὁ ἐνδοιασμός ἐστι· μαθὼν μὲν γάρ τις ὁδὸν εὗρεν εἰς σωτηρίαν, ἡ δ’ ἀμφίβολος ἄγνοια δυσοδίας καὶ ἀπορίας αἴτιον· ἄκουε δὴ σφόδρα μὲν ἀνιαροῦ 1 αὐτῶ V2GHP (v) εὐπαιδείας Κ, εὐπαιδείας AOH 2 δὲ V τελευτῆς τὰ δεσμὰ transp. AHP (v) 3 αὐτὰ corr. ex αὐτοῦ V μὴ ante προσπταίειν add. F 5 βαρυτέραις M ἐδέξαντο CV 6 ἐναργεστέρως V2 6.7 ἡ διαλαμβάνουσα φαντασία CVBEM 7 πιέζεσθαι] βιάζεσθαι Η 8 περὶ AO βαλλάντιον CE 9 καθῆκε om. M, κατέθηκε KF ἀποδιδομένην BEM 10 αὐτῶ codd. (v) 11 ὑποπτήσαντες Ο καὶ βουλόμενοι] βουλόμενοι οὖν V τὰγγεῖα HP 12 συνέτεινον M (Mang.): συνδιέτεινον ceteri μονονοὺ AOH, μόνον οὐ καὶ P, μονονουχὶ V, μονονοὺκ corr. in μονονουχὶ Κ 13 κἀπνευστὶ H ε ϊ ἀποτεμόντες AO εἶτα CV 14 παραλαβόντες Α, παραλαβόντες Ο, περιβαλόντες BEMV 15 περιπλακόμενον ΒΕ καὶ περιχεόμενον om. M περιχεόμενον ΒΕΚΑG: παραχεόμενον O, περιεχόμενον ceteri καίτοι] καί τι V2O 16 προσιόν- ων ων τὰς καὶ δεξιουμένους Α; προσιόντων καὶ δεξιουμένων v 17 καὶ τὸν Κ: καὶ om. ceteri ἀπολειφθέντα AO ὡς Κ: καὶ ὡς ceteri ὡς om. V 18 τέκνων] παίδων M 19 ἔτι om. V 20 ἀνιαρώτερος CAP, ἀνιαρότερον F τῆς om. H 22 αἰτία V διηγήματος, ἀναγκαίου δὲ λεχθῆναι. ὁ συμπεμφθεὶς ἡμῖν ἀδελφὸς ἐπὶ σιτωνίαν καὶ μὴ ἐπανεληλυθὼς ζῇ μέν — δεῖ γὰρ τὸν ὡς ἐπὶ τεθνεῶτι ἀπαλλάξαι σου μείζονα φόβον —, ζῶν δ’ ἐν Αἰγύπτῳ καταμένει παρὰ τῷ τῆς χώρας ἐπιτρόπῳ, ὃς εἴτ’ ἐκ διαβολῆς εἴτε καὶ ὑποτοπήσας αὐτὸς αἰτίαν ἡμῖν ὡς κατασκόποις ἐπέφερεν. ἀπολογουμένων δὲ ὅσα ὁ καιρὸς καὶ περί τε σοῦ τοῦ πατρὸς διεξιόντων καὶ τῶν ἀπολειπομένων ἀδελφῶν, ἑνὸς μὲν τοῦ τεθνεῶτος, ἑτέρου δὲ τοῦ παρὰ σοὶ διατρίβοντος, ὃν ἔφαμεν ἔτι νέον ὄντα διὰ τὴν ἡλικίαν οἴκοι καταμεῖναι, πάντα ἀπαμπίσχοντες καὶ ἀπογυμνοῦντες τὰ τῆς συγγενείας εἰς τὸ ἀνύποπτον οὐδὲν ἠνύσαμεν, ἀλλ’ ἔφη μόνην ἂν αὐτῷ πίστιν ἀψευδοῦς ὁμολογίας γενέσθαι τὴν ὡς αὐτὸν ἄφιξιν τοῦ νεωτάτου παιδός, οὗ χάριν καὶ τὸν δεύτερον κατεσχηκέναι ῥύσιόν τε καὶ ἐνέχυρον ἐκείνου.