ἴσως μέντοι καὶ διότι τὴν πλείστην μοῖραν ἔδοξε τῶν ἁμαρτηθέντων εἰσενεγκεῖν μόνον οὐ συνταγματαρχῶν καὶ τοὺς ἄλλους ἀλείφων ἐπὶ δυσμένειαν· εἰ γὰρ συνετάχθη τῷ πρεσβυτάτῳ χρηστὰ καὶ φιλάνθρωπα βουλευομένῳ, νεώτερος μὲν ἐκείνου, τῶν δ’ ἄλλων πρεσβύτερος ὤν, ἴσως ἂν ἴσως ἐπεσχέθη τἀδίκημα, τῶν τὴν ἀνωτάτω τάξιν καὶ τιμὴν ἐχόντων συμπνεόντων καὶ ὁμογνωμονούντων περὶ πράγματος, ὃ καὶ καθ’ αὑτὸ πολλὴν ῥοπὴν συνεφείλκετο· νυνὶ δ’ ἀποστὰς τῆς ἡμέρου καὶ ἀμείνονος τάξεως πρὸς τὴν ἀνήμερον καὶ χαλεπὴν ηὐτομόλησε καὶ ταύτης ἀποδειχθεὶς ἡγεμὼν οὕτως ἐθάρσυνε τοὺς συνεφαπτομένους τοῦ παρανομήματος, ὡς ἀνενδότως τὸν ἐπίληπτον ἆθλον διαθλῆσαι. διὰ ταῦτ’ ἐξ ἁπάντων μόνος οὗτος δεθῆναί μοι δοκεῖ. οἱ δ’ ἄλλοι τὴν οἴκαδε ἐπάνοδον ἤδη παρευτρεπίζονται, κελεύσαντος τοῦ τῆς χώρας ἐπιτρόπου τοῖς πυροπωλοῦσι τὰ ἀγγεῖα τῶν ἀδελφῶν ὡς ξένων ἅπαντα πληρῶσαι καὶ ἣν ἔλαβον τιμὴν ἐπὶ τῶν στομίων λάθρα καταθεῖναι μὴ προειπόντας οἷς ἀπεδίδοσαν καὶ τρίτον τι προσεπιδαψιλεύεσθαι τροφάς, αἳ γένοιντ’ ἂν ἱκαναὶ κατὰ τὴν ὁδόν, ἐξαιρέτους ὑπὲρ τοῦ παραπεμφθῆναι τὴν σιτωνίαν ἀμείωτον. ὁδοιπορούντων δὲ καὶ τὸν ἐν δεσμοῖς ἀδελφὸν ὡς εἰκὸς οἰκτιζομένων, οὐχ ἧττον δ’ ἐπὶ τῷ πατρὶ κατηφούντων, εἰ πάλιν ἀκούσεται συμφορᾶς, καθ’ ἑκάστην 2 τὴν om. ΑΟ 3 μοῖραν] τιμωρίαν HP ἡμαρτηθέντων H 4 δυσμένειαν V2KO: δυσμενείᾳ ceteri (v) 4. 5 πρεσβυτάτω mg. H, πρώτω in textu H 5 ἐκεῖνος HP1 6 ἂν] μὲν HP 8 καθ’ αὑτὸ VK: καταυτὸ C, κατ’ αὐτῶν ceteri συνεφείλκυστο V; ἄν ἐφείλκετο coni. Mang. δὲ C 11 ἐφαπτονομή μένους BEKM παραπτώματος C ἀνενδότως CVBEKM: ἀνενδοιάστως ceteri τὸν om. Κ ἐπίληπτον AFP2: ἀνεπίληστον CV2K2, ἀνεπίληπτον ceteri 12 διανύσαι ΑΟ ταῦτα ΑΟ, τοῦτ’ MK δεθῆναι οὗτος transp. F δοκῶ AO 13 οἴκαδ’ P παρευτρεπίζονται V: παρηυτρεπίζοντο ceteri καὶ ante κελεύσαντος add. Κ 14 πυρροπωλοῦσι M, πυροπολοῦσι G 15 ἅπαν M 16 προειπόντας CBEKM: προειπόντος V1, προειπόντες V2, προσειπόντας ceteri οἷς] ὡς coni. Μang. τρίτον τι CVBEKM: τι om. ceteri; τρίτον ἔτι coni. Wendl. 16. 17 προσεπιδαψιλεύεσθαι Κ: προσδαψιλεύσασθαι V2, προσδαψιλεύεσθαι ceteri 17 κατὰ CVBEKM: καὶ κατὰ ceteri ἐξαιρέτους C: om. ΒΕΚM, ἐξαρκέσαι V2 ss. Κ2, ἐξαιρέτως ceteri 18 σιτωνείαν HP, σρίαν (i. e. σωτηρίαν) Κ 19 δὲ V 20 ἀκούσειε P συμφοράς Α ἐκείνου μὲν γὰρ νεώτερος ἦν δεύτερος ὢν καθ’ ἡλικίαν, τῶν δ’ ἄλλων πρεσβύτερος, καὶ εἰκὸς ἦν καὶ τοὺς ἄλλους ἡ φοβηθέντας ἢ δυσωπηθέντας τὴν τῶν πρεσβυτάτων γνώμην σβέσαι τὴν ἐπιβουλήν, καὶ μάλιστα καὶ τοῦ τετάρτου ἀγανακτοῦντος ἐπὶ τοῖς γινομένοις καὶ αὐτοῦ τοῦ πράγματος ἔχοντος πολλὴν ῥοπὴν πρὸς τὸ μὴ πραχθῆναι. ὁδὸν ἐλαττουμένης καὶ ἀποκειρομένης αὐτοῦ τῆς εὐπαιδίας, καὶ λεγόντων "ἀλλ’ οὐδὲ πιστεύσει δεδέσθαι, πρόφασιν δ’ εἶναι τὰ δεσμὰ τελευτῆς ὑπολήψεται διὰ τὸ τοὺς ἅπαξ πληγέντας εἰς τὰ αὐτὰ προσπταίειν“, ἑσπέρα καταλαμβάνει καὶ τῶν ὑποζυγίων καθελόντες τὰ ἄχθη τὰ μὲν ἐπεκούφιζον, αὐτοὶ δὲ βαρυτέρας ταῖς ψυχαῖς φροντίδας ἐδέχοντο· φιλεῖ γὰρ ἐν ταῖς ἀναπαύλαις τῶν σωμάτων ἐναργεστέρας τῶν ἀβουλήτων ἡ διάνοια λαμβάνουσα φαντασίας χαλεπῶς ἄγαν θλίβεσθαι καὶ πιέζεσθαι. λύσας δέ τις ἓν ἀγγεῖον ὁρᾷ παρὰ τῷ στομίῳ βαλάντιον ὑπόμεστον ἀργυρίου καὶ διαριθμησάμενος εὕρισκεν ὅσην τοῦ σίτου καθῆκε τιμὴν ἀποδεδομένην αὑτῷ καὶ καταπλαγεὶς τοῖς ἀδελφοῖς ἀνέφερεν.