<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="171"><p>οἳ δεόμενον καὶ ποτνιώμενον τὸν ἀδελφὸν οἱ ἀνηλεεῖς ὑπερείδομεν οὐδὲν μὲν
ἐξαμαρτόντα, φαντασίας δὲ τὰς καθ’ ὕπνον διὰ τὸ φιλοίκειον ὡς
συνήθεσιν ἀνενεγκόντα, ὑπὲρ ὧν οἱ θηριωδέστατοι καὶ πάντων ἀγριώτατοι
<note xml:lang="mul" type="footnote"><lb/>1 <add>τὴν</add> ἡλικίαν conicio
<lb/>2 ἡμᾶς delendum videtur ἐνταῦθ’ VO ἐκποδῶν EH1O
<lb/>3 ταῦτα CP παρὰ τῶν] πάντων VO
<lb/>4 πεπόνθει MG εἰ γὰρ καὶ μὴ transp. Α
<lb/>5 παριστάνον F τούτω Α (Mang.) ὑποτυφουα μένου CVO
<lb/>6 πάντως] πάντα coni. Mang.
<lb/>7 ἐφῖχθε C πρὸς τὴν πίστιν F 
<lb/>8 νεώτερος F
<lb/>9 ἐφικέσθω VO δ’ om. BEM
<lb/>10 ἐπείγεσθε BEKME ἀπιέναι Mang.: ἀπεῖναι codd. φοβηθησομένου Α (Mang.)
<lb/>11 ἄπαντες VK2 
<lb/>12 ἐπαναχθῆτε AFGHP
<lb/>13 ἡ AKF2H2P2: ὁ CVOBEM, om. F1GH1P1 καὶ om. M τοιαῦτα CF
<lb/>14 σχὼν F τῷ] τὸ P
<lb/>17 τῶν— αἴτιον pcst ἡμῶν (18) transp. Κ ἐστὶν αἴτιον κακῶν transp. AO
<lb/>18 ἀνθρωπίω C. τι om. F βραχὺ F
<lb/>19 ἐφησυχάσασα FHP(v) σεως αὐτῆς codd.
<lb/>20 κολάζεσθαι Κ πῶς] πόσων VK2 ἄξιον HP1 οἲ C: om. ceteri
<lb/>21 οἱ ἀνηλεεῖς om. Α ὑπερίδομεν C, περιείδομεν V οὐδὲν μὲν] οὐ μὲν CBEM, οὐμενοῦν VK2
<lb/>22 post ἐξαμαρτόντα add. τι, ἀλλὰ (tum δὲ om.) CVBEM τὰς] τότε C φιλοίκιον Ο
<lb/>23 σύνθεσιν (sic) G ἀνενέγκαντα Α καὶ πάντων ἀγριώτατοι om. F post πάντων add. ἀνθρώπων BEM (Μang.) Philonis opera vol. IV 7</note>  

<pb n="v.4.p.98"/>
δυσχεραίνοντες ἡμεῖς οὐχ ὅσια — δεῖ γὰρ <milestone unit="altpage1" n="p. 66M."/>  ἀψευδεῖν — εἰργασάμεθα.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="172"><p>τοιγαροῦν καὶ ταῦτα καὶ ἔτι χείρω τούτων πείσεσθαι προσδοκῶμεν,
οἵτινες μόνοι σχεδὸν ἐξ ἁπάντων ἀνθρώπων εὐπατρίδαι λεγόμενοι διὰ
τὰς πατέρων καὶ πάππων καὶ προγόνων ὑπερβαλλούσας ἀρετὰς ᾐσχύναμεν
 τὴν συγγένειαν ἐπιφανὲς ὄνειδος κτήσασθαι σπουδάσαντες.“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="173"><p>ὁ <lb n="5"/>
δὲ πρεσβύτατος τῶν ἀδελφῶν, ὃς καὶ ἐν ἀρχῇ, συντιθεμένων τὴν ἐπιβουλήν,
ἠναντιοῦτο, „ἐπὶ δὴ πεπραγμένοις“ εἶπεν "ἀνωφελεῖς αἱ μεταμέλειαι·
παρεκάλουν, ἱκέτευον, ἐξετάζων ὅσον ἐστὶ τὸ ἀνοσιούργημα,
μὴ θυμῷ χαρίζεσθαι· συναινεῖν δέον, ταῖς ἀβουλίαις ἑαυτῶν εἴξατε.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="174"><p>τοιγαροῦν καρπούμεθα τῆς αὐθαδείας καὶ ἀσεβείας τἀπίχειρα· ζητεῖται <lb n="10"/>
μὲν ἡ ἐπ’ ἐκείνῳ τυρευθεῖσα ἐπιβουλή, ὁ δὲ ζητῶν οὐκ ἔστιν ἄνθρωπος,
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="175"><p> ἀλλ’ ἢ θεὸς ἢ λόγος ἢ νόμος θεῖος.“ <milestone unit="altref" n="30"/> ταῦτα δ’ ἤκουεν ὁ πραθεὶς
ἀδελφὸς ἡσυχῇ διαλαλούντων, ἑρμηνέως μεταξὺ ὄντος· καὶ νικηθεὶς
ὑπὸ τοῦ πάθους, μέλλων δακρύειν, ὡς μὴ γένοιτο καταφανής, ἀποστρέφεται
καὶ προχέας θερμὰ καὶ ἐπάλληλα δάκρυα καὶ πρὸς ὀλίγον <lb n="15"/>
ἐπικουφισθείς, τὴν ὄψιν ἀπομαξάμενος, ἐπιστρέφει καὶ κελεύει τὸν
ἡλικίᾳ δεύτερον τῶν ἀδελφῶν ἐν ὄψεσι ταῖς ἁπάντων δεθῆναι, τὸν αὐτῷ
<note xml:lang="mul" type="footnote"><lb/>1 εἰργασάμεθα AOFHP: εἰργάσμεθα ceteri
<lb/>2 χείρω τούτων KF: τούτων om. CV, τούτων χείρω transp. ceteri πείσεσθε Β
<lb/>4 post τὰς add. τῶν AOHP 
<lb/>5 συγγένειαν] εὐγένειαν Κ1 (fort. recte)
<lb/>6 τῶν ἀδελφῶν] ἀδελφὸς AO καὶ om. F συντεθειμένων CV 6.
<lb/>7 τῆ βουλῆ ΑΟV2, τὴν βουλὴν V1
<lb/>7 post ἠναντιοῦτο add. παρεκάλει F ἐπὶ δὴ Mang.: ἐπὶ Κ, ἐπειδὴ ceteri
<lb/>8 παρεκάλουν om. F παρεκάλει, ἱκέτευεν BEMGHP, ἱκέτευεν etiam F ἐξέταζον C 
<lb/>9 χαρίσασθαι AOF συναινῶν H1P δέον] δὲ O συναινεῖν δέον] δέον συναινεῖν F, παρῄνουν, ἀλλ’ ὑμεῖς V2 αὐτῶν F
<lb/>10 ἀσεβείας καὶ αὐθαδείας transp. AO τὰ ἐπίχειρα CAG
<lb/>12 ταῦτ’ ἤκουεν (om. δ’) V ἤκουσεν Α 
<lb/>13 ἡσυχῆ—μεταξὺ] ἐν ὄψεσι—κατάλληλον (17—99,1) Ο κινηθεὶς MAOF 
<lb/>14 δακρύειν CVBEKM: ἐνδακρύειν ceteri (v) καταφανεὶς Ο
<lb/>16 ἀπομαρξάμενος Ο
<lb/>17 ἐν ἡλικία F ταῖς Κ: τῶν ceteri</note> <note xml:lang="lat" type="footnote">16—99,8 Procop. Gaz. comment. in Gen. 42,24 (Wendland Neu entd. Fragm. Philos p.
<lb/>91 = Migne P. G. t. 87,1 p. 179 inf.): τὸν δὲ ἐν ἡλικία δεύτερον τὸν Συμεὼν ὁ Ἰωσὴφ δεθῆναι προσέταξεν ὡς αὐτῷ κατάλληλον· ὁ γὰρ ἐν πλείοσι δεύτερος ἰῷ παρεσχάτῳ κατάλληλος, ἐπεὶ καὶ τῷ τελευταίῳ ὁ πρῶτος· ἴσως μέντοι καὶ διότι τὴν πλείστην μοῖραν ἔδοξε τῶν ἁμαρτηθέντων εἰσενεγκεῖν· εἰ γὰρ δεύτερος ὢν συνετάχθη τῷ πρεσβυτάτῳ χρηστὰ συμβουλεύσαντι, ἴσως ἄν συμπνευσάντων ἀλλήλοις τῶν πρώτων καὶ διὰ τοῦτο τιμιωτάτων κεκώλυτο τὸ πλημμέλημα. Isidor. Pelus. Epist. III, 115 (Migne P. G. t.
<lb/>78 p. 820): ἐπειδὴ γέγραφας, δι’ ἣν αἰτίαν τοὺς ἄλλους ἀδέλφ’ οὑς παρεὶς ὁ Ἰωσὴφ τὸν Σιμεῶνα μόνον ἐκέλευσε δεθῆναι, ὅμηρον τῆς τῶν ἀδελφῶν ἐπανόδου γενησόμενον, φημί· ἐπειδὴ τῶν τὴν τραγῳδίαν ἐκείνην κατ’ αὐτοῦ δραματουργησάντων Κορυφαιότατος ἣν. εἰ γὰρ ἐφράξατο μετὰ τοῦ πρεσβυτάΤου τοῦ γνώμην ἀρίστην εἰσηγησαμένου, ἴσως ἂν καὶ τὴν ἐπιβουλὴν ἀνέτρεψεν·</note>  

<pb n="v.4.p.99"/>
κατάλληλον — ὁ γὰρ ἐν πλείοσι δεύτερος τῷ παρεσχάτῳ κατάλληλος,
ἐπεὶ καὶ τῷ τελευταίῳ ὁ πρῶτος —·</p></div></div></body></text></TEI>