<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="166"><p>εἶτ’ οὐχ ὥσπερ νέος καὶ τοσαύτης ἡγεμονίας
διάδοχος ἀρχὴν τὴν μετὰ βασιλέα πρώτην ἀναψάμενος, εἰς ὃν ἀνατολαὶ
καὶ δύσεις ἀπέβλεπον, <milestone unit="altpage2" n="p. 65 M."/> ἡλικίας ἀκμῇ καὶ μεγέθει τῆς ἐξουσίας ἐπαρθείς,
καιρὸν ἔχων ἀμύνης ἐμνησικάκησεν, ἀλλ’ ἐγκρατῶς τὸ πάθος ἐνεγκὼν καὶ
ταμιευσάμενος αὑτοῦ τῇ ψυχῇ μετὰ πολλοῦ τοῦ προμηθοῦς ἐπεμόρφαζεν
ἀλλοτρίωσιν καὶ βλέμμασι καὶ φωνῇ καὶ τοῖς ἄλλοις καθυποκρινόμενος
τὸν δυσχεραίνοντα "οὐδέν" εἶπεν, "ὦ οὗτοι, φρονεῖτε εἰρηνικόν, ἀλλά τις
τῶν βασιλέως ἐχθρῶν κατασκόπους ὑμᾶς ἐξέπεμψεν, ᾧ κακὰς ὑπηρεσίας
ὁμολογήσαντες ὑπηρετήσειν λήσεσθαι μὲν ᾠήθητε, λανθάνει δ’ οὐδὲν
 τῶν δρωμένων ἐπ’ ἐνέδρᾳ, κἂν βαθεῖ σκότῳ συσκιάζηται."</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="167"><p>πειρωμένων
δ’ ἀπολογεῖσθαι καὶ διεξιόντων, ὡς ἐπ’ ἀγενήτοις κατηγοροῦνται, μήτε
γὰρ παρὰ δυσμενῶν ἥκειν μήτ’ αὐτοὶ τοῖς ἐγχωρίοις ἀπέχθεσθαι μηδ’
ἂν ὑπομεῖναί ποτε τοιαύτην διακονίαν, εἶναι γὰρ τὰς φύσεις εἰρηνικοὶ
καὶ μεμαθηκέναι σχεδὸν ἐξ ἔτι νηπίων παίδων τιμᾶν εὐστάθειαν παρ’
ὁσιωτάτῳ καὶ θεοφιλεστάτῳ πατρί, ᾧ δώδεκα γενομένων υἱῶν ἕνα μὲν



<pb n="v.4.p.97"/>
τὸν νεώτατον οὐκ ἔχοντά πω ἡλικίαν ἀποδημίας οἴκοι καταμεῖναι, δέκα
δὲ τοὺς ὁρωμένους ἡμᾶς ἐνταῦθα ὑπάρχειν, τὸν δὲ λοιπὸν ἐκποδὼν
γεγενῆσθαι —, <milestone unit="altref" n="29"/> ταῦτ’ ἀκούσας ὡς ἐπὶ τεθνεῶτι ἑαυτῷ παρὰ τῶν
ἀποδομένων τί τὴν ψυχὴν ἄρα ἐπεπόνθει;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="168"><p>καὶ γὰρ εἰ μὴ ἐξελάλησε <lb n="5"/> τότε τὸ παραστὰν πάθος, ἀλλὰ τούτοις ὑποτυφομένῳ καὶ ζωπυρουμένῳ
πάντως τὰ ἐντὸς ἐκαίετο, βαθεῖ δ’ ὅμως ἤθει φησὶν αὐτοῖς· „εἰ τῷ
ὄντι μὴ κατασκεψόμενοι τὴν γῆν ἀφῖχθε, πρὸς πίστιν τὴν ἐμὴν ὑμεῖς
μὲν ἐνταυθοῖ διατρίψατε βραχύν τινα χρόνον, ὁ δὲ νεώτατος ἀδελφὸς
ὑμῶν ἀφικέσθω μετακληθεὶς ἐπιστολιμαίοις γράμμασιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="169"><p>ἐὰν δ’ ἕνεκα <lb n="10"/> τοῦ πατρὸς ἐπείγησθε ἀπιέναι φοβησομένου τάχα τὴν μακρὰν ὑμῶν
διάζευξιν, οἱ μὲν ἄλλοι πάντες ἀπάρατε, καταμεινάτω δ’ εἷς ὁμηρεύσων,
ἄχρις ἂν ἐπανέλθητε σὺν τῷ νεωτάτῳ· τιμωρία δὲ κατὰ τῶν μὴ πειθαρχούντων
ἡ ἀνωτάτω προκείσεται θάνατος.“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="170"><p>καὶ ὁ μὲν τοιαῦτ’ ἀπειλήσας ὑποβλεπόμενος καὶ βαρείας ὀργῆς δείγματα παρασχὼν ὅσα τῷ
<lb n="15"/> δοκεῖν ἀπηλλάττετο· οἱ δὲ συννοίας καὶ κατηφείας γεμισθέντες ἐκάκιζον
ἑαυτοὺς ἕνεκα τῆς πρὸς τὸν ἀδελφὸν ἐπιβουλῆς „ἐκεῖνο“ λέγοντες
„τἀδίκημα τῶν παρόντων ἐστὶ κακῶν αἴτιον, τῆς ἐφόρου δίκης τῶν
ἀνθρωπείων πραγμάτων ἤδη τι μηχανωμένης καθ’ ἡμῶν· βραχὺν γὰρ
ἡσυχάσασα χρόνον διανίσταται τὴν ἀμείλικτον καὶ ἀπαραίτητον αὑτῆς
<lb n="20"/> ἐπιδεικνυμένη φύσιν τοῖς ἀξίοις κολάσεως. πῶς γὰρ οὐκ ἄξιοι;</p></div></div></body></text></TEI>