τοὺς οὖν ἀφ’ ἑκάστης δοκιμωτάτους αἱρούμενοι σιτώνας ἐξέπεμπον εἰς Αἴγυπτον· ἤδη γὰρ ἡ πρόνοια τοῦ νεανίσκου πανταχόσε διηγγέλλετο ταμιευσαμένου τροφὰς ἀφθόνους εἰς καιρὸν ἐνδείας. ὁ δὲ τὸ μὲν πρῶτον κελεύει ἀνοιχθῆναι τοὺς σωροὺς ἅπαντας, ὑπολαμβάνων εὐθυμοτέρους παρασκευάσειν τοὺς ἰδόντας καὶ τρόπον τινὰ τὰς ψυχὰς ἀναθρέψειν πρὸ τῶν σωμάτων ἐλπίσι χρησταῖς, ἔπειτα διὰ τῶν ἐπιτραπέντων τὰς σιταρχίας ἐπώλει τοῖς ἔχουσιν ὠνητικῶς, στοχαζόμενος τοῦ μέλλοντος ἀεὶ καὶ τὸ ἐπιὸν ὁρῶν τοῦ παρόντος ἀκριβέστερον. Ἐν δὲ τούτῳ καὶ ὁ πατήρ, ὑποσπανιζόντων ἤδη τῶν ἀναγκαίων, ἀγνοῶν τὴν τοῦ παιδὸς εὐτυχίαν ἐκπέμπει δέκα τῶν υἱῶν ἐπὶ 1 μηδὲ VO 2 μυρία τινῶν πονηθέντων AK1P2: μυρία πολλῶν πονηθέντων V2K2, μυριάδων πονηθέντων C, μυρίων τῶν πονηθέντων H2(v), μυρία τῶν πονηθέντων ceteri ἐπιμελὴς F 3 διελθόντων VO ἐν om. AG ηὐφόρησεν CFGHP ἀρχὴν om. F 4 συναυξανόμενον AFH(v), αὐξόμενον M 5 καὶ pr. om. F ἀεὶ om. VO 6 τῶν alt.] τὸν C 7 ὅλην τὴν οἰκουμένην (tum πᾶσαν om.) Α 8 γοῦν] γὰρ AP2, γὰρ οὖν FGP1 9 ἑρπῆνα AFHP: ἕρπητα ceteri ἕρπην λέγεται πάθος περσῶν adnot. G et mg. FH αὐτὴ AFGHP 10 τὴν κοινωνίαν AF1GHP: τῆ κοινωνία ceteri ἡλωμένων Β, ἠλωμένων E, εἱλωμένων VOK2, ἡνωμένων CK1 ὅλην AFGHP: ὅλη ceteri στιχηδόν Κ 11 ἀφ’ ἑκάστοις Α δοκιμωτάτου C αἱρούμενοι AFGHPK: αἱρουμένους CBEM(v), ἀνευρομένους VO 12 ἐξέπεμπεν M 13 πανταχόθεν ἠγγέλλετο Α ταμιευσαμένου BEM, ταμιευσαμένη HP 14 ἀνοιχθῆναι om. Α ἀνοιχθῆναι κελεύει conicio σοροὺς E1M 15 παρασκευάσαι VO, παρασκευάζειν HP 16 ἀναθρέψαι VO θεραπεύσειν ψυχὰς (om. τὰς) in textu HP, ἀναθρέψειν ψυχὰς mg. HP; ἀναθρέψειν τὰς ψυχὰς v 17. 18 στοχαζόμενοι G 18 τοῦ μέλλοντος om. V 20 καὶ om. F 21 ἐπὶ] εἰς. L(v) 20 sqq. Gen. cap. 42 σιτωνίαν τὸν νεώτατον οἴκοι κατασχών, ὃς ἦν ὁμομήτριος ἀδελφὸς τῷ βασιλέως ὑπάρχῳ. καὶ οἱ μὲν εἰς Αἴγυπτον ἐλθόντες ἐντυγχάνουσιν ὡς ἀλλοτρίῳ τἀδελφῷ καὶ τὴν περὶ αὐτὸν ἀξίωσιν καταπλαγέντες ἔθει παλαιῷ προσκυνοῦσιν, ἤδη καὶ τῶν ὀνειράτων αὐτοῦ λαμβανόντων βεβαίωσιν. ὁ δὲ τοὺς πεπρακότας θεασάμενος εὐθὺς ἐγνώρισεν ἅπαντας ὑπὸ μηδενὸς αὐτὸς γνωρισθεὶς τὸ παράπαν, μὴ βουληθέντος πω τοῦ θεοῦ τἀληθὲς ἀναφῆναι διά τινας ἀναγκαίας αἰτίας, ἃς τότε βέλτιον ἦν ἡσυχάζεσθαι, ἀλλ’ ἢ τὴν ὄψιν ἀλλάξαντος εἰς σεμνότερον εἶδος τοῦ τὴν χώραν ἐπιτραπέντος ἢ παρατρέψαντος τὰς ἀκριβεῖς καταλήψεις τῆς διανοίας τῶν ὁρώντων.