<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="16"><p>ὁ δὲ πρεσβύτατος — οὐ γὰρ παρῆν πιπρασκομένου —
διακύψας καὶ μὴ κατιδών, ὃν ἀπολελοίπει πρὸ μικροῦ, ἐβόα καὶ ἐκεκράγει
καὶ τὰς ἐσθῆτας περιρρηξάμενος ἄνω καὶ κάτω καθάπερ ἐμμανὴς <lb n="20"/>
ἐφέρετο τὰς χεῖρας κροτῶν καὶ τὰς τρίχας τίλλων, „τί πέπονθε;“ λέγων·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="17"><p>"εἴπατε, ζῇ ἢ τέθνηκεν; εἰ μὲν οὐκ ἔστι, δείξατέ μοι τὸν νεκρόν, ἵν’
ἐπιδακρύσας τῷ πτώματι λωφήσω τῆς συμφορᾶς· ἰδὼν κείμενον παρηγορηθήσομαι.
τί καὶ νεκρῷ μνησικακοῦμεν; πρὸς τοὺς ἐκποδὼν φθόνος
οὐδεὶς φύεται. εἰ δὲ ζῇ, ποῖ γῆς ἀπελήλυθε; φυλάττεται παρὰ τίσιν; <lb n="25"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 προῆγον] προήχθησαν vel προῄεσαν coni. Mang. ἐπ’] ἐν F
<lb/>2 ἀλλὰ C ἐπεβούλευον Α 2.
<lb/>3 καταφ. ῥίπτειν ἀνελόντες ἐγνώκεσαν V, κ. ἀνελόντες ῥίπτειν ἑ.
<lb/>2 ῥίπτειν CVO
<lb/>3 ἀνελόντας Α ἐγνώκασιν F τῆς γῆς VO
<lb/>4 ἄγος VO
<lb/>5 παρηγορίαις Η πρεσβυτέρου Α, πρεσβύτου BEM
<lb/>6 ἀλλὰ C αὐτὸν BMH
<lb/>7 μετὰ τὴν om. CVO 
<lb/>9 δ’ (bis) BEKM 9.
<lb/>10 ante ἀπαμπίσχουσι add. ἅπασαν AFGHP
<lb/>10 δὲ CVO 
<lb/>11 διαπέμπουσι Α (fort. recte) πρόφασιν Α: προφάσει ceteri
<lb/>13 ὁδοιπόρουν Α 
<lb/>14 εἰσηγησαμένου coni. Mang. 14.
<lb/>15 τῆς γνώμης V2K2O
<lb/>15 δοκεῖ VO 
<lb/>16 μή ποθ’ AG, μήποτε Κ: μήθ’ F, μὴ ceteri ὐπ’ αὐτῶν K
<lb/>18 οὐ] ὁ F1 οὐδὲ γὰρ ἦν Α
<lb/>20 τὴν ἐσθῆτα C καθὰ Α ἐκμανὴς G</note>  

<pb n="v.4.p.65"/>
οὐ γὰρ δὴ κἀγὼ καθάπερ ἐκεῖνος ἐν ὑποψίαις εἰμί, ὡς ἀπιστεῖσθαι.“
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="18"><p>εἰπόντων δ’ ὅτι πέπραται καὶ τὴν τιμὴν ἐπιδεικνυμένων, „καλὴν ἐμπορίαν“ εἶπεν "ἐστείλασθε· τὰ κέρδη διανειμώμεθα· τοῖς ἀνδραποδισταῖς περὶ
κακίας ἄθλων ἁμιλλησάμενοι στεφανηφορῶμεν, προσυπερβάλλοντες αὐτοὺς
<lb n="5"/> ὠμότητι σεμνυνώμεθα· κατὰ ἀλλοτρίων ἐκεῖνοι συντίθενται, κατὰ δ’
οἰκειοτάτων καὶ φιλτάτων ἡμεῖς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="19"><p>κεκαινούργηται μέγα ὄνειδος, περιβόητος αἰσχύνη. μνημεῖα καλοκἀγαθίας οἱ πατέρες ἡμῶν πανταχοῦ τῆς
οἰκουμένης ἀπέλιπον, ἀπολείψομεν καὶ ἡμεῖς ἀπιστίας καὶ μισανθρωπίας
ἀθεραπεύτους διαβολάς· φθάνουσι γὰρ αἱ τῶν μεγαλουργηθέντων φῆμαι
<lb n="10"/> πανταχόσε, τῶν μὲν ἐπαινετῶν θαυμαζόμεναι, τῶν δ’ ὑπαιτίων ψόγου
καὶ κατηγορίας τυγχάνουσαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="20"><p>τίνα ἄρα τρόπον ὁ πατὴρ ἡμῶν τὴν περὶ τῶν συμβεβηκότων ἀκοὴν δέξεται; τρισμακαρίῳ καὶ τρισευδαίμονι τὸν
καθ’ ἡμᾶς βίον ἀβίωτον παρέσχησθε. τὸν πραθέντα τῆς δουλείας ἢ
τοὺς πεπρακότας τῆς ὠμότητος οἰκτιεῖται; πολὺ μᾶλλον εὖ οἶδα ἡμᾶς,
<lb n="15"/> ἐπεὶ καὶ τοῦ ἀδικεῖσθαι τὸ ἀδικεῖν χαλεπώτερον· τὸ μὲν γὰρ δυσὶ
βοηθεῖται τοῖς μεγίστοις, ἐλέῳ καὶ ἐλπίδι, τὸ δ’ οὐδετέρου μετέχον ἅπασιν
ἡττᾶται τοῖς κριταῖς. ἀλλὰ τί ταῦτα θρηνῶν ἀπηχῶ;</p></div></div></body></text></TEI>