ὁ δὲ πρεσβύτατος — οὐ γὰρ παρῆν πιπρασκομένου — διακύψας καὶ μὴ κατιδών, ὃν ἀπολελοίπει πρὸ μικροῦ, ἐβόα καὶ ἐκεκράγει καὶ τὰς ἐσθῆτας περιρρηξάμενος ἄνω καὶ κάτω καθάπερ ἐμμανὴς ἐφέρετο τὰς χεῖρας κροτῶν καὶ τὰς τρίχας τίλλων, „τί πέπονθε;“ λέγων· "εἴπατε, ζῇ ἢ τέθνηκεν; εἰ μὲν οὐκ ἔστι, δείξατέ μοι τὸν νεκρόν, ἵν’ ἐπιδακρύσας τῷ πτώματι λωφήσω τῆς συμφορᾶς· ἰδὼν κείμενον παρηγορηθήσομαι. τί καὶ νεκρῷ μνησικακοῦμεν; πρὸς τοὺς ἐκποδὼν φθόνος οὐδεὶς φύεται. εἰ δὲ ζῇ, ποῖ γῆς ἀπελήλυθε; φυλάττεται παρὰ τίσιν; 1 προῆγον] προήχθησαν vel προῄεσαν coni. Mang. ἐπ’] ἐν F 2 ἀλλὰ C ἐπεβούλευον Α 2. 3 καταφ. ῥίπτειν ἀνελόντες ἐγνώκεσαν V, κ. ἀνελόντες ῥίπτειν ἑ. 2 ῥίπτειν CVO 3 ἀνελόντας Α ἐγνώκασιν F τῆς γῆς VO 4 ἄγος VO 5 παρηγορίαις Η πρεσβυτέρου Α, πρεσβύτου BEM 6 ἀλλὰ C αὐτὸν BMH 7 μετὰ τὴν om. CVO 9 δ’ (bis) BEKM 9. 10 ante ἀπαμπίσχουσι add. ἅπασαν AFGHP 10 δὲ CVO 11 διαπέμπουσι Α (fort. recte) πρόφασιν Α: προφάσει ceteri 13 ὁδοιπόρουν Α 14 εἰσηγησαμένου coni. Mang. 14. 15 τῆς γνώμης V2K2O 15 δοκεῖ VO 16 μή ποθ’ AG, μήποτε Κ: μήθ’ F, μὴ ceteri ὐπ’ αὐτῶν K 18 οὐ] ὁ F1 οὐδὲ γὰρ ἦν Α 20 τὴν ἐσθῆτα C καθὰ Α ἐκμανὴς G οὐ γὰρ δὴ κἀγὼ καθάπερ ἐκεῖνος ἐν ὑποψίαις εἰμί, ὡς ἀπιστεῖσθαι.“ εἰπόντων δ’ ὅτι πέπραται καὶ τὴν τιμὴν ἐπιδεικνυμένων, „καλὴν ἐμπορίαν“ εἶπεν "ἐστείλασθε· τὰ κέρδη διανειμώμεθα· τοῖς ἀνδραποδισταῖς περὶ κακίας ἄθλων ἁμιλλησάμενοι στεφανηφορῶμεν, προσυπερβάλλοντες αὐτοὺς ὠμότητι σεμνυνώμεθα· κατὰ ἀλλοτρίων ἐκεῖνοι συντίθενται, κατὰ δ’ οἰκειοτάτων καὶ φιλτάτων ἡμεῖς. κεκαινούργηται μέγα ὄνειδος, περιβόητος αἰσχύνη. μνημεῖα καλοκἀγαθίας οἱ πατέρες ἡμῶν πανταχοῦ τῆς οἰκουμένης ἀπέλιπον, ἀπολείψομεν καὶ ἡμεῖς ἀπιστίας καὶ μισανθρωπίας ἀθεραπεύτους διαβολάς· φθάνουσι γὰρ αἱ τῶν μεγαλουργηθέντων φῆμαι πανταχόσε, τῶν μὲν ἐπαινετῶν θαυμαζόμεναι, τῶν δ’ ὑπαιτίων ψόγου καὶ κατηγορίας τυγχάνουσαι. τίνα ἄρα τρόπον ὁ πατὴρ ἡμῶν τὴν περὶ τῶν συμβεβηκότων ἀκοὴν δέξεται; τρισμακαρίῳ καὶ τρισευδαίμονι τὸν καθ’ ἡμᾶς βίον ἀβίωτον παρέσχησθε. τὸν πραθέντα τῆς δουλείας ἢ τοὺς πεπρακότας τῆς ὠμότητος οἰκτιεῖται; πολὺ μᾶλλον εὖ οἶδα ἡμᾶς, ἐπεὶ καὶ τοῦ ἀδικεῖσθαι τὸ ἀδικεῖν χαλεπώτερον· τὸ μὲν γὰρ δυσὶ βοηθεῖται τοῖς μεγίστοις, ἐλέῳ καὶ ἐλπίδι, τὸ δ’ οὐδετέρου μετέχον ἅπασιν ἡττᾶται τοῖς κριταῖς. ἀλλὰ τί ταῦτα θρηνῶν ἀπηχῶ;