<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="156"><p>δι’ ἣν αἰτίαν πρὸς μὲν τὸν ἀρχιοινοχόον γίνονται
καταλλαγαὶ καὶ συμβάσεις ὡς ἂν ἁμαρτόντα περὶ τὸ ἔλαττον μέρος, ἀσύμβατα
δὲ καὶ ἀκατάλλακτα τὰ πρὸς τὸν ἀρχισιτοποιόν ἐστιν ἄχρι θανάτου
λαμβάνοντα τὴν ὀργὴν ὡς ἂν περὶ τὸ μέγιστον ἀδικήσαντα· τελευτὴ
γὰρ ἕπεται σιτίων σπάνει· οὗ χάριν καὶ ὁ περὶ ταῦτ’ ἐξαμαρτὼν εἰκότως <lb n="10"/>
θνῄσκει κρεμασθείς, ὅμοιον κακὸν ᾧ διέθηκε παθών· καὶ γὰρ αὐτὸς
ἀνεκρέμασε καὶ παρέτεινε τὸν πεινῶντα λιμῷ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="157"><p><milestone unit="altref" n="27"/> Τοσαῦτα καὶ περὶ τούτου. ὁ μέντοι βασιλέως ὕπαρχος
κατασταθεὶς καὶ τῆς Αἰγύπτου τὴν ἐπιμέλειαν καὶ προστασίαν λαβὼν
ἐξῄει γνωρισθησόμενος ἅπασι τοῖς ἐγχωρίοις καὶ τοὺς λεγομένους νομοὺς <lb n="15"/>
ἐπιὼν κατὰ πόλεις πολὺν αὑτοῦ πόθον ἐνειργάζετο τοῖς ὁρῶσιν, οὐ
μόνον ταῖς ὠφελείαις, ἃς ἑκάστοις παρεῖχεν, ἀλλὰ καὶ ταῖς περὶ τὴν
 ὄψιν τε καὶ τὴν ἄλλην ὁμιλίαν ἀλέκτοις καὶ ἐξαιρέτοις χάρισιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="158"><p>ἐπεὶ
δὲ κατὰ τὴν τῶν ὀνειράτων σύγκρισιν ἐνέστη προτέρα τῆς εὐθηνίας ἡ
ἑπταετία, τὸ πέμπτον <milestone unit="altpage1" n="p. 64M."/>  τῶν καρπῶν ἀνὰ πᾶν ἔτος συνάγων διά τε τῶν
ὑπάρχων καὶ τῶν ἄλλων, οἳ πρὸς τὰς δημοσίας χρείας ὑπηρέτουν αὐτῷ, <lb n="21"/>
τοσαύτην ἤθροισε πληθὺν δραγμάτων, ὅσην οὐδείς πω πρότερον
<note xml:lang="mul" type="footnote"><lb/>1 χρησίμων mg. Η, ἀναγκαίων in texlu Η, χρησίμων om. M
<lb/>2 εἰκότως om. Α 
<lb/>4 ὅτι] ὅτἁν ΗΡ μὲν γὰρ Α
<lb/>5 χρησίμη om. F
<lb/>6 ποτῷ] ποταμῶ BEM χρώμενοι] ἀρκούμενοι roni. Mang.
<lb/>7 συμβάσεις Β, συμβιβάσεις ΚΜVO αοικ ἁμαρτάνοντα F
<lb/>8 τὰ om. CAVO
<lb/>9 τὸ] τὸν H1P ἁμαρτήσαντα Α 
<lb/>10 ταῦτα CVO
<lb/>11 ᾦ Mang.: ὧ̣ν codd. παθῶν C
<lb/>12 λιμόν M 
<lb/>13 μέντοι] μὲν οὖν BEK1M (Mang.)
<lb/>11 τὴν om. Α
<lb/>15 νομοὺς VK: νόμους ceteri 
<lb/>16 πόλιν Α αὐτοῦ ex αὐτοῦ corr. Η: αὐτοῦ ceteri, om. P πόθεν M ὁρῶσιν] παροῦσιν BEKM
<lb/>17 ὠφελίαις M ἕκαστος P1, ἑκάστω H2 ταῖς CAKFH2P2: om. ceteri
<lb/>18 post καὶ pr. add. περὶ VO τὴν ἄλλην] μεγάλην Α ἀλήκτοις VO τε καὶ F χαρίσμασιν BEM
<lb/>19 τῶν om. Α ἀνείρων Κ διάκρισιν conicio ἀνέστη Ο πρότερον F, ἡ προτέρα VO ἡ eras. V2, om. O 19.
<lb/>20 ἡ ἑπταετία τῆς εὐθηνίας transp. HP
<lb/>20 συνάγων CK: συλλέγων AP2, ἀγγέλλων ceteri
<lb/>21 ἠπειρέτουν Κ
<lb/>22 πραγμάτων FHP πω] τὸ VO, om. Α</note> <note xml:lang="lat" type="footnote"><lb/>13 sqq. Gen. cap. 41,46 sqq.</note>  

<pb n="v.4.p.95"/>
γενομένην ἐμέμνητο· πίστις δὲ σαφεστάτη τὸ μηδ’ ἀριθμηθῆναι δύνασθαι,
καίτοι μυρία τινῶν πονηθέντων, οἷς ἐπιμελές, περιεργίᾳ διαριθμήσασθαι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="159"><p>διεξελθόντων δὲ τῶν ἑπτὰ ἐτῶν, ἐν οἷς εὐφόρησεν ἡ πεδιάς, ἀρχὴν ἐλάμβανεν ὁ λιμός, ὃν ἐπιβαίνοντα καὶ συναυξόμενον οὐκ ἐχώρησεν
<lb n="5"/> Αἴγυπτος· ἀναχεόμενος γὰρ καὶ τὰς ἑξῆς ἀεὶ πόλεις καὶ χώρας
ἐπικαταλαμβάνων ἄχρι περάτων καὶ τῶν πρὸς ἕω καὶ τῶν πρὸς
δυσμὰς ἔφθασε τὴν οἰκουμένην ἐν κύκλῳ πᾶσαν κατασχών.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="160"><p>λέγεται γοῦν μηδέποτε κοινὴ νόσος κατασκῆψαι τοσαύτη, καθάπερ ἣν ἰατρῶν
παῖδες ὀνομάζουσιν ἑρπῆνα· καὶ γὰρ αὕτη πᾶσι τοῖς μέρεσιν ἐπιφοιτῶσα
<lb n="10"/> τὴν κοινωνίαν τῶν ἡλκωμένων σωμάτων ὅλην δι’ ὅλων στοιχηδὸν πυρὸς
τρόπον ἐπινέμεται.</p></div></div></body></text></TEI>