Ἤκουσα μέντοι καθ’ ἑτέραν ἰδέαν τροπικώτερον τὰ περὶ τὸν τόπον ἀκριβούντων. ἦν δὲ τοιάδε· τὸν βασιλέα τῆς Αἰγύπτου τὸν ἡμέτερον νοῦν ἔλεγον εἶναι, τὸν τῆς καθ’ ἕκαστον σωματικῆς χώρας ἡγεμόνα, ὃς οἷα βασιλεὺς ἀνῆπται τὸ κράτος. ᾧ γενομένῳ φιλοσωμάτῳ τρία τὰ πλείστης ἀξιούμενα σπουδῆς διαπονεῖται, σιτία καὶ ὄψα καὶ ποτά, παρὸ καὶ τρισὶ χρῆται τοῖς τῶν λεγομένων ἐπιμεληταῖς, ἀρχισιτοποιῷ καὶ ἀρχιοινοχόῳ καὶ ἀρχιμαγείρῳ· πρυτανεύει γὰρ ὁ μὲν τὰ περὶ ἐδωδήν, ὁ δὲ τὰ περὶ πόσιν, ὁ δ’ ἐπιτέτακται τοῖς περὶ αὐτὰ τὰ ὄψα ἡδύσμασιν. πάντες δέ εἰσιν εὐνοῦχοι, ἐπειδὴ ὁ φιλήδονος ἄγονός ἐστι τῶν ἀναγκαιοτάτων, σωφροσύνης, αἰδοῦς, ἐγκρατείας, δικαιοσύνης, ἁπάσης ἀρετῆς· οὐδὲν γὰρ οὕτως ἐχθρὸν ἄλλο ἄλλῳ, ὡς ἀρετῇ ἡδονή, δι’ ἣν ἀλογοῦσιν οἱ πολλοὶ ὧν μόνον ἄξιον πεφροντικέναι, ταῖς ἀκαθέκτοις ἐπιθυμίαις χαριζόμενοι καὶ οἷς ἂν προστάττωσιν εἴκοντες. ὁ μὲν οὖν ἀρχιμάγειρος οὔτ’ εἰς δεσμωτήριον ἀπάγεται οὔτε τινὶ περιπίπτει λύμῃ διὰ τὸ μὴ σφόδρα τῶν ἀναγκαίων εἶναι τὰς παραρτύσεις οὐχ ἡδονὰς οὔσας ἀλλ’ εὔσβεστα ἡδονῶν ὑπεκκαύματα, δύο δὲ τῶν περὶ τὴν ἄθλιον γαστέρα πραγματευομένων, ἀρχισιτοποιὸς καὶ ἀρχιοινοχόος, ἐπειδὴ τὰ 2 οὐχ ὑπαίτιον VO 3 οὑδέ Κ ἧττον BEKMV2O: κρεῖττον ceteri 4 μονονοὺ (κ eras.) V, μονονοὺ GO, μονονοὺ καὶ Κ περιαυχένα K, αὐχένα M κύκλον om. F 5 σοι om. BEM ἀγχόνης OV, om. O 6 ἀποτυγχανόντων BEKM 7 post μέντοι ss. καὶ H2 (v) τροπικωτέραν Α τὰ] τῶν Α 8 τὸν τόπον V2, τῶν τόπων V1 τύπον ex τόπον corr. H 9 νοῦν] λογισμὸν Α εἶναι om. Α 10 ὃς] ὧ corr. Η βασιλεῖ corr. Η ἀνῆπτε FG, ἀνῆπτον Η ὧ C2VOK: ὡς ceteri γενομένου Α, γινομένω H(v) φιλοσωμάτου Α 11 τρία CVOK: τρία γὰρ ceteri φιλοπονεῖται Α 12 παρ’ ὅσον VO μεληταῖς K 13 καὶ pr. om. Α τὰ om. CVO 14 δὲ CVO ἐπιτέτραπται Α 15 ἐδέσμασι F δ’ BEMA εὐνοῦχοι δὲ εἰσι πάντες transp. HP, εὐνοῦχοι δὲ πάντες εἰσίν Κ φιλόδημος CBEMA 17 πάσης BEM ἀρετὴ ἡδονὴ V1M, ἀρετὴ ἡδονῆς C 18 post ὧν add. ἀγαθῶν VO, ss. Κ2 μόνων AV2K2O 19 καὶ—εἴκοντες om. C προστάττωσιν AK: πράττωσιν FGHP, προστάγμασιν BEMV1, ὦσι πράγμασι V2O εἴκοντες] εἰρηκότες BEMV1, προστετηκότες V2O 22 ἄσβεστα AKO, αὐτάς (sic) BEM: αὖ τὰ coni. Mang. ἀθλίαν K1 (fort. recte) 23 ἀρχισιτοποιοῦ καὶ ἀρχιοινοχόου V2O συνεκτικώτατα τῶν εἰς τὸ ζῆν χρησίμων ἐστὶ βρῶσις καὶ πόσις, ὧν ἐπιμελείας μὲν ἀξιουμένων οἱ προεστῶτες εἰκότως ἐπαίνων τυγχάνουσιν, ὀλιγωρουμένων δὲ ὀργῆς καὶ κολάσεως ἀξιοῦνται. διαφορὰ δὲ κἀν ταῖς κολάσεσιν, ὅτι διάφορος ἡ χρεία, σιτίων μὲν ἀναγκαιοτάτη, οἴνου δὲ οὐ πάνυ χρησίμη· καὶ γὰρ ἀκράτου δίχα ζῶσιν ἄνθρωποι ναματιαίῳ ὕδατι ποτῷ χρώμενοι.