καὶ ὥσπερ ἐν ταῖς πομπαῖς τὰ πρῶτα παρέρχεται φεύγοντα τὰς ὄψεις κἀν τοῖς χειμάρροις τὸ φερόμενον ῥεῦμα φθάνει παραδραμὸν ὀξύτητι τάχους τὴν κατάληψιν, οὕτω καὶ τὰ ἐν τῷ βίῳ πράγματα φερόμενα καὶ παρεξιόντα φαντάζεται μὲν ὡς ὑπομένοντα, μένει δ’ οὐδ’ ἐπ’ ἀκαρές, ἀλλ’ ἀεὶ ὑποσύρεται. καὶ οἱ ἐγρηγορότες, ὅσα γε πρὸς τὸ ἐν ταῖς καταλήψεσιν ἀβέβαιον οὐδὲν τῶν κοιμωμένων διαφέροντες, ἀπατῶντες ἑαυτοὺς ἱκανοὶ νομίζουσιν εἶναι τὰς φύσεις τῶν πραγμάτων ἀπλανέσι λογισμοῖς ὁρᾶν· οἷς ἑκάστη τῶν αἰσθήσεων εἰς ἐπιστήμην ἐμπόδιος, δεκαζομένη θεάμασιν, ἀκούσμασι, χυλῶν ποιότησιν, ἀτμῶν ἰδιότησι, πρὸς ἅπερ ἀποκλίνουσα συνεφέλκεται καὶ τὴν ὅλην ψυχὴν οὐκ ἐῶσα ὀρθοῦσθαι καὶ ἀπταίστως οἷα διὰ λεωφόρων ὁδῶν προέρχεσθαι· τὸ δ’ ὑψηλοτάπεινον καὶ μεγαλόμικρον καὶ πᾶν ὅσον ἀνισότητι καὶ ἀνωμαλίᾳ συγγενὲς ἀπεργάζεται καὶ σκοτοδινιᾶν ἀναγκάζει καὶ πολὺν ἐμποιεῖ ἴλιγγον. τοσαύτης οὖν ταραχῆς καὶ ἀταξίας ἔτι δὲ ἀσαφείας γέμοντος τοῦ βίου, παρελθόντα δεῖ τὸν πολιτικὸν ὥσπερ τινὰ σοφὸν τὴν ὀνειροκριτικὴν τὰ μεθημερινὰ ἐνύπνια καὶ φάσματα τῶν ἐγρηγορέναι δοκούντων διακρίνειν εἰκόσι στοχασμοῖς καὶ εὐλόγοις πιθανότησι περὶ ἑκάστου ἀναδιδάσκοντα, ὅτι τοῦτο 1 καθελκόμενα conioio δὲ CVO 2 μηδὲ ἓν VO περιελθεῖν VOK 4 καὶ pr. om. Κ φαντάσμασι VO 5 πρῶτα] τοιαῦτα Α φυγόντα VO πράγματα κἀν] καὶ C 7 πάντα Κ φαντάζει V2 8 οὐδ’] οὐκ VOF ἐπ’ om. M ἀλλ’ ἀεὶ ὑποσύρεται AFGHP: ἀλλά καὶ ὑποσύρει γε ceteri 9 πρὸς τὸ om. Α ἐν om. VO ἀβέβαιοι Α 10 διαφέρουσιν V2K2 ἀπαντῶντες F, ἀπατῶμεν CBEKM, ἀπατώμενοι VO ἑαυτοὺς om. F ἱκανοὺς V2O νομίζουσιν AFGHP: νομίζοντες ceteri 12 ἐμπόδιον VO δικαζομένη P, δεκαζομένη Η, δελεαζομένη G (v), δελεαζόμενοι F 12. 13 ἀκούσμασι (sic) Κ: om. ceteri 13 χὑλῶν Α, χιλῶν VO, χυμῶν P ποιότησιν V2O: om. ceteri ante ἀτμῶν add. καὶ mg. H 14 ὀρθοῦσθαι] ὀρθῶς Α 15 λεωφόρου ὁδοῦ VO προέρχεσθαι ὁδῶν transp. G τὸ] τῶ BEKMVO ὑψηλοτάπεινον καὶ μεγαλόμικρον AFGHP: ὑψηλὼ ταπεινὸν καὶ μεγάλω μικρὸν ceteri 16 ἀνισότησι Κ, ἀνισότητα F, ἰσότητι ΒΕΜ καὶ tert. om. HP (v) 17 ἰλιγμόν F 18 ἀταξίας καὶ ταραχῆς transp. HP ἀταξίας] ἀταραξίας BEKM, συγχύσεως Ο δὲ] δὲ καὶ AFGHP γέμοντος] γενομένης G 19 δεῖ V2, δὴ V1 πολιτικὸν mg. Η, ὀρειροκριτικὸν in textu H μεθημερινὰ] μεθ’ ἡμέραν VOHP(v) 20 φαντάσματα AE 20. 21 στοχασμοῖς] λογισμοῖς Α 21 ἑκάστων conicio διδάσκοντα L (Turn.) καλόν, ἐκεῖνο αἰσχρόν, τοῦτο ἀγαθόν, κακὸν ἐκεῖνο, τουτὶ δίκαιον, ἄδικον τοὐναντίον, καὶ τἄλλα ταύτῃ, τὸ φρόνιμον, τὸ ἀνδρεῖον, τὸ εὐσεβές, τὸ ὅσιον, τὸ συμφέρον, τὸ ὠφέλιμον, καὶ πάλιν τὸ ἀνωφελές, τὸ ἀλόγιστον, τὸ ἀγεννές, τὸ ἀσεβές, τὸ ἀνόσιον, τὸ ἀσύμφορον, τὸ βλαβερόν, τὸ φίλαυτον. καὶ ἔτι πρὸς τούτοις ἀλλότριον τοῦτο, μὴ ἐπιθύμει· ἴδιον τοῦτο, χρῶ μὴ παραχρώμενος· περιουσιάζεις, μεταδίδου· πλούτου γὰρ τὸ κάλλος οὐκ ἐν βαλαντίοις, ἀλλ’ ἐν τῇ τῶν χρῃζόντων ἐπικουρίᾳ· ὀλίγα κέκτησαι, μὴ φθόνει τοῖς ἔχουσι· πένητα γὰρ βάσκανον οὐδεὶς ἂν ἐλεήσαι· εὐδοξεῖς καὶ τετίμησαι, μὴ καταλαζονεύου· ταπεινὸς εἶ ταῖς τύχαις, ἀλλὰ τὸ φρόνημα μὴ καταπιπτέτω· πάντα σοι κατὰ νοῦν χωρεῖ, μεταβολὴν εὐλαβοῦ· πταίεις πολλάκις, χρηστὰ ἔλπιζε· πρὸς γὰρ τἀναντία τῶν ἀνθρώπων αἱ τροπαί. σελήνη μὲν γὰρ καὶ ἥλιος καὶ ὁ σύμπας οὐρανὸς σαφεῖς καὶ ἀριδήλους ἔχει τὰς τρανότητας, ἅτε πάντων τῶν κατ’ αὐτὸν ὁμοίων μενόντων καὶ τοῖς τῆς ἀληθείας αὐτῆς μετρουμένων κανόσιν ἐν τάξεσιν ἐναρμονίοις καὶ συμφωνιῶν ταῖς ἀρίσταις, τὰ δ’ ἐπίγεια πολλῆς ἀταξίας γέμοντα καὶ ταραχῆς ἀσύμφωνα καὶ ἀνάρμοστα, ὡς κυριώτατα φάναι, ὅτι ταῦτα μὲν βαθὺ σκότος κατείληφεν, ἐκεῖνα δ’ ἐμφέρεται τηλαυγεστάτῳ φωτί, μᾶλλον δ’ αὐτὸ φῶς ἐστιν εἱλικρινέστατον καὶ καθαρώτατον.