ποῦ δὲ ἡ τῶν Πτολεμαίων οἰκία καὶ ἡ καθ’ ἕκαστον τῶν διαδόχων ἐπιφάνεια μέχρι γῆς καὶ θαλάττης περάτων ἐκλάμψασα; ποῦ δ’ αἱ τῶν αὐτονόμων ἐθνῶν καὶ πόλεων ἐλευθερίαι; ποῦ δ’ ἔμπαλιν αἱ δουλεῖαι τῶν ὑπηκόων; οὐ Πέρσαι μὲν Παρθυαίων ἐπεκράτουν, νυνὶ δὲ Περσῶν Παρθυαῖοι διὰ τὰς τῶν ἀνθρωπείων πραγμάτων στροφὰς καὶ τὰς ἄνω καὶ κάτω πεττείας καὶ μεταθέσεις αὐτῶν; ἀναπλάττουσιν ἔνιοι μακράς τινας καὶ ἀπεράτους εὐτυχίας ἑαυτοῖς, αἱ δ’ ἀρχαὶ μεγάλων κακῶν εἰσι· καὶ σπεύδοντες ὡς ἐπ’ ἀγαθῶν κληρονομίαν εὑρίσκουσι δεινὰς κακοπραγίας, καὶ τοὐναντίον κακὸν προσδοκήσαντες ἀγαθοῖς ἐνέτυχον. ἀθληταὶ δυνάμεσι καὶ ῥώμαις καὶ εὐεξίαις σωμάτων μέγα φρονοῦντες, ἀνενδοίαστον νίκην ἐλπίσαντες, ἐξαγώνιοι πολλάκις ἐγένοντο μὴ δοκιμασθέντες ἢ καταστάντες εἰς τὸν ἀγῶνα ἡττήθησαν, οἱ δ’ ἀπογνόντες καὶ δευτερείων ἐφίξεσθαι τὰ πρῶτα τῶν ἄθλων στεφανηφοροῦντες ἤραντο. θέρους ἀναχθέντες τινὲς—ὁ γὰρ καιρὸς εὐπλοίας—ἐναυάγησαν, ἕτεροι δὲ χειμῶνος ἀνατραπήσεσθαι προσδοκῶντες ἀκινδύνως ἄχρι λιμένων παρεπέμφθησαν. ὡς ἐφ’ ὁμολογούμενα κέρδη συντείνουσιν ἔνιοι τῶν ἐμπόρων ἀγνοοῦντες τὰς ἐφέδρους ζημίας, ἔμπαλιν λογιζόμενοι βλαβήσεσθαι μεγάλων ἀπέλαυσαν ὠφελειῶν. οὕτως ἄδηλοι μὲν αἱ τύχαι πρὸς ἑκάτερα, τὰ δ’ ἀνθρώπεια ὡς ἐπὶ ζυγοῦ ταλαντεύεται βάρεσιν ἀνίσοις ἐπικουφιζόμενα 1 μεμένηκε] μέμνημαι Η οὐδαμοῦ om Α 2 ἐχρήσατο M: ἐχρήσαντο cuteri 3 ποτε] τε FG 4 οὕτως ora. Α ἐπὶ καιρὸν OAVO 5 οἰκουμένης om. K1, ss. Κ2 6 ποῦ om. C 6 7 δ’ ἡ VO, ἡ δὲ C 8 aute ποῦ spat. 18 fere litt. in C δὲ F 9 πόλεων VO: τῶν πόλεων ceteri ποῦ] πολὺ AHP 10 παρθυηνῶν CVOK2 νῦν Α 11 ἀνθρωπίων C στροφὰς] διαφορὰς Α: τροπὰς coni. Mang. 12 καὶ pr. om. C διαπλάττουσιν τουσιν VOK2 μικρὰς C 13 ἀπεράτους scripsi; ἀπείρους VO, ἀπειράτους ceteri αὐτοῖς M 14 σπένδοντες F κληρονομία Α et corr. Κ 16 εἰς ante ἀνενδοίαστον add. CVOBEM 17 ἐλπίσαντες] ἁρπάσαντες Α μὴ] καὶ γὰρ V2K2 ἢ] καὶ V2O, ἡ (corr. ex οἲ ut vid.) καὶ Κ 18 καὶ] κἂν V2O δευτερίων C, δευτερεῖα VO 19 πρωτεῖα P 20 ἐν γὰρ καιρῶ HP δὲ om. AFGHP 21 ἄχρι λιμένων ἀκινδύνως transp. HP 22 ἐφομολογούμενα MG ἔνιοι om. O 23 βλαβήσεσθαι om. in lac. G 23. 24 ἀπήλαθσαν AVO (Mang.) 25 ἀνθρώπια C, ἀνθρώπινα F ὥσπερ A ταλαντεύει coni. Wendl. καὶ καθέλκοντα· δεινὴ δ’ ἀσάφεια καὶ πολὺ σκότος κατακέχυται τῶν πραγμάτων· ὡς δ’ ἐν βαθεῖ ὕπνῳ πλαζόμεθα μηδὲν ἐμπεριελθεῖν ἀκριβείᾳ λογισμοῦ δυνάμενοι μηδ’ εὐτόνως καὶ παγίως ἐπιδράξασθαί τινος, σκιαῖς γὰρ ἔοικε καὶ φάσμασι.