τὴν δὲ τῶν ἐκτὸς ἀσάφειαν τίς οὐκ οἶδε; μιᾷ ἡμέρᾳ πλοῦτοι μεγάλοι πολλάκις ἀπερρύησαν· τὰ πρωτεῖα τῶν ἐν ταῖς ἀνωτάτω τιμαῖς ἐνεγκάμενοι μυρίοι πρὸς ἠμελημένων καὶ ἀφανῶν ἀδοξίαν μετέβαλον· ἀρχαὶ βασιλέων αἱ μέγισται καθῃρέθησαν βραχείᾳ καιροῦ ῥοπῇ. ἐγγυᾶταί μου τὸν λόγον Διονύσιος ὁ ἐν Κορίνθῳ, ὃς Σικελίας μὲν τύραννος ἦν, ἐκπεσὼν δὲ τῆς ἡγεμονίας εἰς Κόρινθον καταφεύγει καὶ γραμματιστὴς ὁ τοσοῦτος ἡγεμὼν γίνεται. συνεγγυᾶται καὶ Κροῖσος ὁ Λυδίας βασιλεύς, πλουσιώτατος βασιλέων, ὃς ἐλπίσας τὴν Περσῶν καθελεῖν ἀρχὴν οὐ μόνον τὴν οἰκείαν προσαπέβαλεν, ἀλλὰ καὶ ζωγρηθεὶς ἐμέλλησε καταπίμπρασθαι. μάρτυρες τῶν ἐνυπνίων οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ πόλεις, ἔθνη, χῶραι, ἡ Ἑλλάς, ἡ βάρβαρος, ἠπειρῶται, νησιῶται, ἡ 1 post πάντ’ add. ὁμοῦ Mang. 3 δὲ ἐν C γήρα δ’ ἕπεται τελευτή K: γῆρας γέρας C) δ’ ἐπὶ τελευτὴ ceteri 4 τὸ κράτος C μεθ’ ἑαυτὴν CBKMC: μεθ’ αὑτὴν AEP. μετ’ αὐτὴν VOFH 5 ἀποθνήσκει Α, προαποθνήσκειν δοκεῖ BEKM ἀναδιδασκούσης ἡμᾶς transp. G 6 ἐν πᾶσι G. ἐπὶ πάντων Α, ἐπὶ πᾶσι om. M 8 ἄλλ’ C 9 οὐ κάλλος C: οὐ om. ceteri ἀνθῆσαι Mang. ἀνθήσῃ γρ. ἀσθενείας F, ἀνθήσει ceteri 10 δὲ CAVO: δ’ ceteri ἀσφαλείας Κ 11 δὲ VO 12 οὐ παγία om. C πάγιον Κ post ῥεύματος add. γὰρ V2O ἐνστάντος VO βραχεία Α δὲ CVO: δ’ ceteri 12. 13 τῶν ἐκτὸς V2O (coni. Mang.): τῶν om. ceteri 13 εἶδε F μιᾶ ἡμερῶν F πολλάκις om. Ο 14 ἀνερρύσαν C 15 ante ἀδοξίαν add. εἰς G ἀδοξίαν corr. ex δόξαν V μετέβαλλον F 13 βραχεῖα κ. ῥοπή Η μου] μοι C, μὲν Α 17 τῶ λόγω HP ὃς—βασιλέων (20) om. in textu, add. mg. F τύραννος μὲν transp. Α 19 τοσοῦτος codd.: τοιοῦτος Mang. καὶ om. C Λυδῶν Α 20 τὴν ἀρχὴν 21 ἐμέλησε Κ 21. 22 πίμπρασθαι BEM Εὐρώπη, ἡ Ἀσία, δύσις, ἀνατολή· μεμένηκε γὰρ οὐδὲν οὐδαμοῦ τὸ παράπαν ἐν ὁμοίῳ, τροπαῖς δὲ καὶ μεταβολαῖς ἐχρήσατο πάντα διὰ πάντων. Αἴγυπτός ποτε πολλῶν ἐθνῶν ἡγεμονίαν εἶχεν, ἀλλὰ νῦν ἐστι δούλη. Μακεδόνες οὕτως ἐπὶ καιρῶν ἤκμασαν, ὡς ἁπάσης ἀνάψασθαι τῆς οἰκουμένης τὸ κράτος, ἀλλὰ νῦν τοῖς ἐκλογεῦσι τῶν χρημάτων τοὺς ἐπιταχθέντας ὑπὸ τῶν κυρίων δασμοὺς ἐτησίους εἰσφέρουσι.