ὁ δὲ ὄνειρος οὗτος, ὡς ἀψευδέστατα φάναι, ὁ τῶν ἀνθρώπων ἐστὶ βίος· ὡς γὰρ ἐν ταῖς καθ’ ὕπνον φαντασίαις βλέποντες οὐ βλέπομεν καὶ ἀκούοντες οὐκ ἀκούομεν καὶ γευόμενοι ἢ ἁπτόμενοι οὔτε γευόμεθα οὔτε ἁπτόμεθα λέγοντές τε οὐ λέγομεν καὶ περιπατοῦντες οὐ περιπατοῦμεν καὶ ταῖς ἄλλαις κινήσεσι καὶ σχέσεσι χρῆσθαι δοκοῦντες οὐδεμιᾷ τὸ παράπαν χρώμεθα — κεναὶ δ’ εἰσὶ τῆς διανοίας πρὸς οὐδὲν ὑποκείμενον ἀληθείᾳ μόνον ἀναζωγραφούσης καὶ ἀνειδωλοποιούσης τὰ μὴ ὄντα ὡς ὄντα —, οὕτω καὶ τῶν παρ’ ἡμῖν ἐγρηγορότων αἱ φαντασίαι τοῖς ἐνυπνίοις ἐοίκασιν· ἦλθον, ἀπῆλθον, ἐφάνησαν, ἀπεπήδησαν, πρὶν καταληφθῆναι βεβαίως ἀπέπτησαν. ἐρευνησάτω δ’ ἕκαστος αὑτὸν καὶ τὸν ἔλεγχον οἴκοθεν ἄνευ τῶν παρ’ ἐμοῦ πίστεων εἴσεται, καὶ μάλιστ’ εἴ τις πρεσβύτερος ἤδη γεγονὼς τυγχάνοι· οὗτος ἦν ὁ ποτὲ βρέφος καὶ μετὰ ταῦτα παῖς, εἶτ’ ἔφηβος, εἶτα μειράκιον, καὶ νεανίας αὖθις, εἶτ’ ἀνήρ, καὶ γέρων ὕστατον. ἀλλὰ ποῦ 1 ἐντυφέσθω τι Κ: ἕν τι ὑφιστάσθω FGHP (Mang.), ἕν τι ὑφιστάτω Α, ἕν τι ὑφεστάτω CVOBEM (ὑφεστάθω Turn.), γρ. ὑφεστάσθω mg. V mg. Κ, γρ. ἕν τι ὑφεστάτω alt. mg. 3 ἀποδίδωσι F σ ἃ χρὴ] ἄχρι F 5 οἰκειοτέρων M 7 ἐν ἀδολεσχούντων M, ἀδολεσχούντων F, ἐνασχούντων G 9 μέγαν καὶ πάνδημον transp. Α 10 ὁ δ’ Α, ὡς γὰρ V2O οὗτος V1, οὕτως V2O 13 οὔτε (alt.) K1FGH: οὔθ’ AP, ἢ ceteri τε om. HP 14 καὶ tert.] τε καὶ VOK2 15 τὸ παράπαν om. HP, add. mg. P2 post εἰσὶ fort. addendum δόξαι vel φαντασίαι; σκιαὶ add. Mang. 16 ante πρὸς add. καὶ AFGHPV1 ἀληθείας Α 17 εἰδωλοποιούσης H(v) ὄντα ὡς] ὄντως H 17.18 τῶν παρ’ ἡμῖν ἐγρηγορότων K (cf. § 147): ἐπὶ τῶν παρεγρηγορότων ceteri γρ. ἐπὶ τῶν παρεγρηγορότων mg. Κ) 18 αἱ om. CVO 19 ἀπεπήδησαν] ἀπεδήμησαν Turn. ἀπέπτησαν] ἀπέστησαν FG 20 δὲ Α αὑτὸν BEKMVO: αὐτὸν CF, αὐτῶν ΑGHP post ἔλεγχον add. αὐτῶν HP ante ἄνευ add. καὶ AFGHP 21 μάλιστα AVO ἤδη om. O γεγονὼς] ὢν O τυγχάνει AG 22 ὁ eras. V, om. O εἶτα HP 23 ὕστατα O ἀλλὰ ποῦ Κ (coni. Mang.): ἀλλ’ οὐ ceteri 10 sqq. cf. Η. de Arnim, Quellenstudien zu Philo p. 94 ss. 22 sqq. cf. Plut. de εἶ ap. Delph. 18 p. 392 C. Μ. Αnton. Imp. Comment. IX 21. Senec. Epist. 2420 πάντ’ ἐκεῖνα; οὐκ ἐν μὲν παιδὶ τὸ βρέφος ὑπεξῆλθεν, ὁ δὲ παῖς ἐν παρήβῳ, ὁ δ’ ἔφηβος ἐν μειρακίῳ, τὸ δὲ μειράκιον ἐν νεανίᾳ, ἐν ἀνδρὶ δ’ ὁ νεανίας, ἀνὴρ δ’ ἐν γέροντι, γήρᾳ δ’ ἕπεται τελευτή; τάχα μέντοι τάχα καὶ τῶν ἡλικιῶν ἑκάστη παραχωροῦσα τοῦ κράτους τῇ μεθ’ ἑαυτὴν προαποθνῄσκει, τῆς φύσεως ἡμᾶς ἀναδιδασκούσης ἡσυχῇ μὴ δεδιέναι τὸν ἐπὶ πᾶσι θάνατον, ἐπειδὴ τοὺς προτέρους εὐμαρῶς ἠνέγκαμεν, τὸν βρέφους, τὸν παιδός, τὸν ἐφήβου, τὸν μειρακίου, τὸν νεανίου, τὸν ἀνδρός, ὧν οὐδεὶς ἔτ’ ἐστὶ γήρως ἐπιστάντος. τὰ δ’ ἄλλα ὅσα περὶ τὸ σῶμα οὐκ ἐνύπνια; οὐ κάλλος μὲν ἐφήμερον, πρὶν ἀνθῆσαι μαραινόμενον; ὑγεία δὲ ἀβέβαιον διὰ τὰς ἐφέδρους ἀσθενείας; ἰσχὺς δ’ εὐάλωτον νόσοις ἐκ μυρίων προφάσεων; ἥ τ’ ἀκρίβεια τῶν αἰσθήσεων οὐ παγία ῥεύματος ἐνστάσει βραχέος ἀνατρέπεται.