μετονομάζει δ’ αὐτὸν ἀπὸ τῆς ὀνειροκριτικῆς ἐγχωρίῳ γλώττῃ προσαγορεύσας καὶ ἐγγυᾷ πρὸς γάμον αὐτῷ τὴν ἐπιφανεστάτην τῶν κατ’ Αἴγυπτον ἱερέως Ἡλίου θυγατέρα. ταῦτ’ ἐγένετο, περὶ ἔτη γεγονότος ἤδη τριάκοντα. τοιαῦτα τῶν εὐσεβῶν τὰ τέλη· κἂν γὰρ κλιθῶσιν, οὐκ εἰς ἅπαν πίπτουσιν, ἀλλὰ διαναστάντες ὀρθοῦνται παγίως καὶ βεβαίως, ὡς μηκέθ’ ὑποσκελισθῆναι. τίς γὰρ ἂν προσεδόκησε μιᾷ ἡμέρᾳ τὸν αὐτὸν ἀντὶ μὲν δούλου δεσπότην, ἀντὶ δὲ δεσμώτου πάντων ἀξιονικότατον, καὶ τὸν ὑποδιάκονον εἱρκτοφύλακος ὕπαρχον βασιλέως ἔσεσθαι καὶ ἀντὶ τῆς εἱρκτῆς τὰ βασίλεια οἰκήσειν, τὰ πρῶτα τῶν ἐπὶ τιμαῖς φερόμενον ἀντὶ τῶν εἰς ἀτιμίαν ἐσχάτων. ἀλλ’ ὅμως καὶ γέγονε ταῦτα καὶ γενήσεται πολλάκις, ὅταν δοκῇ τῷ θεῷ· 1 προλάμβανε BEM τε CVOMF, om. Α 2 δὲ VO 3 χρώμενος VOK 4 ὄγκῳ δυνάμεως] ἀλλὰ δυνάμει AFGH ὑποδοχὴν AFGH 5 αὐτῶν HO: αὐτῶν ceteri μέλησιν VOM 5. 6 ἀνέχονται Α 6 ante εἰς add. καὶ C 7 τῆς βασιλείας καθίστησι transp. BKM (Mang.) δὲ VO 8 ὑπολιπόμενος BEKMF αὐτῶ CMGK, αὐτὴ F1, αὑτῆς F2 τῆς δὲ C, δὲ τῆς transp. F 9 τἄλλα MAKVF, τὰ ἄλλα C, ἄλλα G ὅσα om. BEM 10 δίδωσιν οὑν FGH: οὖν om. ceteri; δίδωσι γοῦν conicio αὐτὸν F ἱερὰν] πορφυρᾶν coni. Mang. 11 κύκλον] κλοιὸν coni. Mang. περιδέρραιον ΑVFK, περιδέρεον C δευτέριον C Μang.), δευτερείῳ V, δευτερείων O 12 προερχομένου V2O (coni. Mang.): περιερχομένου ceteri 13 δὲ CVO 16 γεγονὼς Ο 17 γὰρ eras. F εἰς ἅπαν CAEKF: εἰσάπαν ceteri πίπτωσιν F ἀλλ’ ἀναστάντες VO 18 ὡς] ὥστε VO μὴ καθυποσκελισθῆναι C γὰρ om. M 19 τὸν αὐτὸν om. Α ἀντὶ: rursus incip. P et text. H δὲ om. MAGHP 20 ἀξιονικώτατον C, ἀξιώτατον AFGHP τὸν om. F 21 τὰ om. Α 22 τῶν alt.] τῆς 1 23 τοιαῦτα Α μόνον ἐντυφέσθω τι καλοκἀγαθίας ἐμπύρευμα ταῖς ψυχαῖς, ὅπερ ἀναγκαῖόν ποτε ῥιπιζόμενον ἐκλάμψαι. Ἐπεὶ δὲ πρόκειται μετὰ τὴν ῥητὴν ἀπόδοσιν καὶ τὴν τροπικωτέραν ἐξετάζειν, λεκτέον ἃ χρὴ καὶ περὶ αὐτῆς. ἴσως μὲν οὖν γελάσονταί τινες τῶν εἰκαιοτέρων ἀκούσαντες· ἐγὼ δ’ ἐρῶ μηδὲν ὑποστειλάμενος, ὅτι ὁ πολιτικὸς πάντως ὀνειροκριτικός ἐστιν, οὐχὶ τῶν βωμολόχων οὐδὲ τῶν ἐναδολεσχούντων καὶ ἐνσοφιστευόντων ἐπὶ μισθῷ καὶ τὴν τῶν καθ’ ὕπνον φαντασιῶν διάκρισιν ἀργυρισμοῦ πρόβλημα πεποιημένων, ἀλλὰ τὸν κοινὸν καὶ πάνδημον καὶ μέγαν ὄνειρον οὐ κοιμωμένων μόνον ἀλλὰ καὶ ἐγρηγορότων εἰωθὼς ἀκριβοῦν.