<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="111"><p>πῶς οὖν <lb n="15"/>
ἀσθενήσει; τοῦ καρποῦ τῶν ἑπτὰ ἐτῶν, ἐν οἷς ἡ εὐφορία, τὸ πλεονάζον
μετὰ τὰς αὐτάρκεις τοῖς πλήθεσι τροφὰς — ἔσται δ’ ἴσως μέρος
πέμπτον — θησαυριστέον ἐν πόλει καὶ κώμαις, μὴ μετακομίζοντας τὰ
θέρη μακρόθεν, ἀλλ’ ἐξ ὧν ἂν ᾖ χωρίων, ἐν ἐκείνοις φυλάττοντας πρὸς
 τὴν τῶν οἰκούντων παρηγορίαν·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="112"><p>συγκομίζειν δὲ τὸν καρπὸν αὐτοῖς <lb n="20"/>
δράγμασι μήτε ἀλοῶντας μήτε συνόλως καθαίροντας, τεττάρων ἕνεκα·
ἑνὸς μὲν τοῦ σκέπῃ χρώμενον πρὸς πλείω χρόνον διαμένειν ἀδιάφθορον·
ἑτέρου δὲ τοῦ καθ’ ἕκαστον ἐνιαυτὸν γίνεσθαι τῆς εὐθηνίας
ὑπόμνησιν, ἀλοώντων καὶ λικμώντων· ἡ γὰρ μίμησις τῶν πρὸς ἀλήθειαν
 ἀγαθῶν δευτέραν ἔμελλεν ἡδονὴν ἀπεργάζεσθαι·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="113"><p>τρίτου δὲ τοῦ <lb n="25"/>
μηδ’ εἰς ἀριθμὸν ἐλθεῖν, ἐν στάχυσι καὶ δράγμασιν ἀδήλου καὶ
<note xml:lang="mul" type="footnote"><lb/>1 om. AVO
<lb/>2 βεβαιότερον Α
<lb/>3 ἀστάχυες Η
<lb/>4 λιμοῦ <add>καὶ ἀφορίας</add> conicio ἐπιοῦσαι conicio
<lb/>5 ἐφθαρμένοι Α ἀστάχυες Η
<lb/>6 οὖν om. VO πρότερον AF 
<lb/>7 πλημύραις C
<lb/>8 ὡς] ἦ K1, γρ. ὡς ss. Κ2
<lb/>9 ἐναντία πάλιν ἑπταετία transp. VO; πάλιν ἐναντία ἑπταετία Mang.
<lb/>10 μήτε C ἀνερχομένου Α
<lb/>12 τοιαῦτα CBEKF, ταῦτα Α
<lb/>13 ὑφηχεῖ C μοι transp. ante θεῖον Α τὸ θεῖον VOK: τι θεῖον ceteri τὰ CK: om. ceteri σωτηρία GH, σωτηρίαν AVOF 14.15 ἣν κατασκευαστέον ἀσθενῆ K1
<lb/>15 τελέως AVO ἐκφύγῃ F1
<lb/>16 post οἷς add. ἦν F 16.
<lb/>17 τῶ πλεονάζειν V2O
<lb/>17 δ’ ἴσως] δισσῶς BEMVO
<lb/>18 πέμπτον om. G πόλεσι V2K
<lb/>20 οἰκούντων codd.: ἐνοικούντων v συγκομίζειν codd.: συγκομιστέον v δὲ om. F
<lb/>21 μήτ’ Α
<lb/>22 post χρόνον add. φυλαττόμενον VOK2
<lb/>23 τοῦ] τούτου C
<lb/>21 μίμησις] ὑπόμνησις coni. Mang. 
<lb/>25 μέλλει V2O</note>  

<pb n="v.4.p.85"/>
ἀπεριγράφου τοῦ καρποῦ ὑπάρχοντος, ἵνα μὴ προαναπέσωσιν αἱ διάνοιαι τῶν
ἐγχωρίων ἐν ταῖς ἀναλώσεσι τοῦ συλλογισθέντος, ἀλλ’ εὐθυμίᾳ χρώμενοι
τῇ σιτίων ἀμείνονι τροφῇ—τρέφει γὰρ ἐν τοῖς μάλιστα ἐλπίς—
ἐπικουφίζωσι τὴν ἐκ τῆς ἐνδείας βαρεῖαν νόσον· τετάρτου δὲ τοῦ καὶ
<lb n="5"/> τοῖς θρέμμασι χιλὸν τεταμιεῦσθαι, τῶν ἀχύρων καὶ ἀθέρων ἐκ τῆς τοῦ
καρποῦ καθάρσεως διακρινομένων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="114"><p>ἐπιμελητὴν δὲ τούτων χειροτονητέον ἄνδρα φρονιμώτατον καὶ συνετώτατον καὶ ἐν πᾶσι δόκιμον, ὃς γένοιτ’
ἂν ἱκανὸς ἀμισῶς καὶ ἀνεπάφως εὐτρεπῆ τὰ λεχθέντα ποιεῖν μηδεμίαν
αἴσθησιν τοῖς πλήθεσιν ἐνδιδοὺς περὶ τοῦ γενησομένου λιμοῦ· χαλεπὸν
<lb n="10"/> γὰρ τὸ προκάμνοντας ταῖς ψυχαῖς ἀναπεσεῖν δυσελπιστίᾳ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="115"><p>ἐὰν δέ τις ἐπιζητῇ τὴν αἰτίαν, φήσει δεῖν, καθάπερ ἐν εἰρήνῃ προνοεῖν τῶν ἐν
 τῷ πολέμῳ παρασκευῶν, καὶ ἐν  <milestone unit="altpage2" n="p. 58 M."/> εὐπορίαις τῶν κατ’ ἔνδειαν· ἀδήλους
δὲ εἶναι πολέμους καὶ λιμοὺς καὶ συνόλως τοὺς καιροὺς τῶν ἀβουλήτων,
εἰς οὓς ἀναγκαῖον  εἶναι παρεσκευάσθαι, ἀλλὰ μὴ γενομένων τότε τὴν
<lb n="15"/> θεραπείαν ζητεῖν, ὅτ’ οὐδὲν ὄφελος.“ </p></div></div></body></text></TEI>