ὡς δ’ ἐτόπασε μηδὲν ἔτι ταῖς διανοίαις αὐτῶν ἔχθος ὑποικουροῦν, ἐκπέμπει τὸν υἱὸν ἅμα μὲν τοὺς ἀδελφοὺς ἀσπασόμενον, ἅμα δὲ καὶ δηλώσοντα, πῶς ἔχουσιν αὐτοί τε καὶ αἱ τῶν θρεμμάτων ἀγέλαι. ταύτην τὴν ὁδὸν ἀρχὴν συνέβη γενέσθαι μεγάλων κακῶν τε αὖ καὶ ἀγαθῶν παρ’ ἐλπίδας ἑκατέρων. ὁ μὲν γὰρ ταῖς ἐπισκήψεσι πειθαρχῶν τοῦ πατρὸς ᾔει πρὸς τοὺς ἀδελφούς, οἱ δὲ μακρόθεν ἀφικνούμενον ἰδόντες ἄλλος ἄλλῳ διελάλουν οὐδὲν εὔφημον, ὁπότε οὐδ’ ὀνομαστὶ προσαγορεύειν ἠξίουν αὐτόν, ἀλλ’ ὀνειροπλῆγα καὶ "ἐνυπνιαστὴν" καὶ τοιαῦτα ἐπεφήμιζον 1 τοῦ om. P προτέρου mg. Η, ἑτέρου in textu H ἀνέφηνεν Η 2 αὐτόν codd. (v) 4 δὲ C τι om. HP 5 καί φησιν om. O post ἀδελφοί add. σου Α 7 ἕνδεκα alt. om. CAFGHP 8 μήδ’ AVO, μὴ F ποτε om. Α λαθοῦσα] ἐλαθεῖσα vel λυθεῖσα coni. Mang. 9 καὶ om. FG ἐπεξέλθοι H τὴν om. VOF 10 ἄγαν] ἅπαν F 11 ὅσοις] οἷς BEK ελ ἰσότητος corr. ex ἰσότης Β, ἰσότης CEHP μέλλει BMV1, μέλλει Κ 12 δὲ CVO τις] πὼς Α συνδιαιτήσεως Κ (coni. Mang.): συναντήσεως ceteri γένηται VO 14 δ’ E 15 παθῶν καὶ om. VO 16 εἷναι om. F ἱκανὸς om. F καὶ ante πένθος om. Α 17 τὴν om. M 18 δὲ CAVO διανοίαις om. Α ἄχθος FHP 18. 19 ἐποικουροῦν Ο 21 ὁδὸν om. P τε om. M 21. 22 τε κακῶν καὶ ἀγαθῶν αὖ transp. Α 22 πειθαρχῶν ταῖς ἐπισκήψεσι transp. Α (Mang.) ἐπισκέψεσι BEMF1 23 ἥκει Κ 24 ἄλλος] ἄλλως Η διελαλοῦνθ᾿ G ὁπότ’ Α οὐδὲ CVO 25 ἀλλὰ C τὰ ante τοιαῦτα add. MAFH2 τοιαῦτ᾿ ΑΚ καὶ ἐπὶ τοσοῦτον προῆγον ὀργῆς, ὥστε καὶ τὸν ἐπ’ αὐτῷ φόνον οὐ πάντες ἀλλ’ οἱ πλείους ἐβούλευον καὶ ὑπὲρ τοῦ μὴ καταφωραθῆναι ῥιπτεῖν ἀνελόντες ἐγνώκεσαν εἰς ὄρυγμα γῆς βαθύτατον· πολλαὶ δέ εἰσι περὶ τὸν τόπον ὕδατος ὀμβρίου δεξαμεναί. καὶ μικροῦ τὸ μέγιστον ἄγος, ἀδελφοκτονίαν, εἰργάσαντο, εἰ μὴ παρηγορίαις τοῦ πρεσβυτάτου μόλις ἐπείσθησαν, ὃς παρῄνει μὴ ἐφάψασθαι τοῦ μιάσματος, ἀλλ’ αὐτὸ μόνον εἰς ἓν τῶν ὀρυγμάτων ῥῖψαι, διανοούμενός τι σωτήριον, ἵνα λαβὼν μετὰ τὴν ἀναχώρησιν ἀπαθῆ παντὸς κακοῦ παραπέμψῃ τῷ πατρί. συναινεσάντων δέ, ὁ μὲν προσιὼν ἠσπάζετο, οἱ δὲ ὡς πολέμιον συλλαβόντες ἀπαμπίσχουσι τὴν ἐσθῆτα καὶ τὸν μὲν καθιμῶσιν εἰς βαθεῖς βόθρους, τὴν δ’ ἐρίφου αἵματι φοινίξαντες διαπέμπονται τῷ πατρὶ πρόφασιν ὡς ὑπὸ θηρίων δαπανηθέντος. ἐκείνῃ δὲ τῇ ἡμέρᾳ κατά τινα συντυχίαν ἔμποροί τινες ὡδοιπόρουν τῶν ἔθος ἐχόντων ἀπ’ Ἀραβίας εἰς Αἴγυπτον κομίζειν φόρτον· οἷς ἀνελκύσαντες τὸν ἀδελφὸν πιπράσκουσιν, ἡγησαμένου τὴν γνώμην τοῦ καθ’ ἡλικίαν τετάρτου· καὶ γὰρ οὗτός μοι δοκῶ δείσας, μή ποθ’ ὑπὸ τῶν ὀργὴν ἀμείλικτον ἐπ’ αὐτῷ ζωπυρούντων δολοφονηθῇ, συνεβούλευσεν ἀποδόσθαι δουλείαν ὑπαλλαττόμενος θανάτου, κουφότερον κακὸν μείζονος.