ὃς ἐκ τῆς ὄψεως τεκμηράμενος ἄνδρα ἐλεύθερον καὶ εὐγενῆ —χαρακτῆρες γὰρ ἐπιφαίνονταί τινες τῷ σώματι τῶν ὁρωμένων οὐχ ὁρατοὶ πᾶσιν, ἀλλ’ οἷς τὸ τῆς διανοίας ὄμμα ὀξυδορκεῖ — "μαντεύεται" εἶπεν "ἡ ψυχή μου περὶ τοῦ μὴ εἰς ἅπαν ἀσαφείᾳ τοὺς ὀνείρους ἐπισκιασθήσεσθαι· δεῖγμα γὰρ σοφίας ὁ νεανίας οὗτος ὑποφαίνει, διακαλύψει τὴν ἀλήθειαν, οἷα φωτὶ σκότος ἐπιστήμῃ τὴν ἀμαθίαν τῶν παρ’ ἡμῖν σοφιστῶν ἀποσκεδάσει.“ καὶ τοὺς ὀνείρους διηγεῖτο. ὁ δὲ τἀξίωμα τοῦ λέγοντος οὐδὲν καταπλαγεὶς ὥσπερ ὑπηκόῳ βασιλεύς, ἀλλ’ οὐχ ὑπήκοος βασιλεῖ, παρρησίᾳ σὺν αἰδοῖ χρώμενος διελέγετο καί φησιν· „ὅσα μέλλει ποιεῖν ὁ θεὸς ἐν τῇ χώρᾳ, προμεμήνυκέ σοι. τὰς μέντοι διττὰς φαντασίας μὴ ὑπολάβῃς 2 διηγεῖται VOHP: διηγεῖτο ceteri καὶ μηδενὸς (sed καὶ rursus del.) Κ δὲ om. EK, ss. Β 4 post ὃν add. αὐτὸς ἔγνων ὃ O εὑρήσειν #x003E; coni. Wendl. post ἁμαρτόντας add. γὰρ V post ἐμὲ add. τε FHP 6 ἢν Ἑβραῖος—δεσπότην (86,19) om. P et in textu H, add. mg. Η ᾧτινι CBEKM: ὧ AVO, ὧ καὶ FGH διηγήσασθαι K1 καὶ ἐκεῖνος C 7 τὰ om. V δὲ VO οὗτος F post καὶ repet. οὕτως VO εὐσκόπως BEK: εὐκόλως M, εὐθυσκόπως ceteri 8 ὥσθ’ Α τῷ] τὸν Κ2 9 ἐμὲ Η 10 συντείνοντας M ἀναγαγεῖν F 11 χαῖται κεφαλῆς αὐτῶ καθειργμένω Α 12 ἀντιδιδόντες AF1 τἄλλα ABF, τὰ ἄλλα C 13 εἰσάγουσιν αὐτὸν VO: αὐτὸν om. ceteri τὸν βασιλέα AVO: τὸν om. ceteri 14. 15 τινες ἐπιφαίνονται transp. VOK2 15 ὁρωμένων] εἰρημένων CVOEK 16 τὸ τῆς διανοίας Α: τῆς om. ceteri ὀξυδορκεῖ CH: ὀξυδερκεῖ ceteri μου om. VO, eras. Κ 17 εἰσάπαν Α 18 γὰρ om. Α ὁ νεανίας οὗτος σοφίας Κ ὑποφαίνων V2K2O ante διακαλύψει add. ἧ H (v) διανακαλύψει V2O 19. 20 ἀποσκεδάσας V2K2O 20 τὸ ἀξίωμα AVO μηδὲν Α 22 σὺν αἰδῶ CGH 23 προεμήνυσέ Α φαντασίας om. CVO, ὀπτασίας mg. Ο 6* εἶναι διττοὺς ὀνείρους· εἷς ἐστι, τὴν ἀναδίπλωσιν ἔχων οὐ περιττήν, ἀλλὰ πρὸς ἔλεγχον βεβαιοτέρας πίστεως. αἵ τε γὰρ πίονες ἑπτὰ βόες καὶ οἱ εὔβλαστοι καὶ εὐθαλεῖς ἑπτὰ στάχυες ἐνιαυτοὺς ἑπτὰ δηλοῦσιν εὐθηνίας καὶ εὐετηρίας καὶ ἑπτὰ ἑτέρους λιμοῦ αἱ ἐπανιοῦσαι ἑπτὰ βόες λεπταὶ καὶ εἰδεχθεῖς καὶ οἱ παρεφθαρμένοι καὶ μεμυκότες ἑπτὰ στάχυες. ἥξει μὲν οὖν ἑπταετία προτέρα πολλὴν καὶ ἄφθονον ἔχουσα εὐκαρπίαν, πλημμύραις μὲν ἀνὰ πᾶν ἔτος τοῦ ποταμοῦ λιμνάζοντος τὰς ἀρούρας, τῶν δὲ πεδίων ὡς οὔπω πρότερον εὐτοκίᾳ χρωμένων· ἥξει δὲ μετὰ ταῦτα ἑπταετία πάλιν ἐναντία χαλεπὴν ἔνδειαν καὶ σπάνιν τῶν ἀναγκαίων ἐπιφέρουσα, μήτ’ ἀναχεομένου τοῦ ποταμοῦ μήτε τῆς γῆς λιπαινομένης, ὡς τῆς προτέρας εὐθηνίας ἐκλαθέσθαι καὶ εἴ τι λείψανον παλαιᾶς εὐετηρίας ἦν ἀναλωθῆναι. τὰ μὲν οὖν ἐκ τῆς διακρίσεως τοιαῦτ’ ἐστίν. ὑπηχεῖ δέ μοι καὶ ἐκλαλεῖ τὸ θεῖον ὑποβάλλον τὰ ὡς ἐν νόσῳ σωτήρια· νόσος δὲ πόλεων καὶ χωρίων ἡ βαρυτάτη λιμός, ᾗ κατασκευαστέον ἀσθένειαν, ἵνα μὴ τελείως ῥωσθεῖσα τοὺς οἰκήτορας ἐκφάγῃ.