ἔδοξε γὰρ ἑπτὰ βόας ἀνέρπειν ἐκ τοῦ ποταμοῦ, πίονας καὶ σφόδρα εὐσάρκους καὶ καλὰς ὀφθῆναι, καὶ παρὰ ταῖς ὄχθαις νέμεσθαι· μεθ’ ἃς ἑτέρας ἀριθμὸν ἴσας, ἀσάρκους τρόπον τινὰ καὶ κατεσκελετευμένας καὶ εἰδεχθεστάτας, ἀνελθεῖν καὶ συννέμεσθαι ταῖς προτέραις· εἶτ’ ἐξαπιναίως ὑπὸ τῶν χειρόνων καταβρωθῆναι τὰς ἀμείνους καὶ μηδὲν ἀλλὰ μηδὲ τὸ βραχύτατον ταῖς ἐμφορηθείσαις πρὸς ὄγκον ἐπιδοῦναι τὰς γαστέρας, ἀλλ’ ἢ μᾶλλον ἢ οὐχ ἧττον ἐστάλθαι. περιαναστὰς δὲ καὶ κοιμηθεὶς πάλιν ἑτέρᾳ πληχθῆναι φαντασίᾳ· νομίσαι γὰρ ἑπτὰ πυροῦ στάχυς ἐκπεφυκότας ἑνὸς πυθμένος, ἰσαιτάτους τοῖς μεγέθεσιν, αὐξομένους καὶ τεθηλότας αἴρεσθαι πρὸς ὕψος μάλ’ εὐρώστους· εἶθ’ ἑτέρους ἑπτὰ λεπτοὺς καὶ ἀσθενεῖς ἀναπεφυκέναι πλησίον, ὑφ’ ὧν ἐπιδραμόντων καταποθῆναι τὸν εὔσταχυν πυθμένα. ταύτην ἰδὼν τὴν ὄψιν, τὸ λειπόμενον τῆς νυκτὸς ἄυπνος διατελέσας — ἤγειρον γὰρ αἱ φροντίδες 1 προδιάξας (sic) Α 1.2 καὶ τὴν κεφαλὴν ἀποτμηθῆναι BEMA τμηθέντα F 2 τῷ] τὸν VO ἀπονεῖμαι] ἀποδοῦναι Α, ἀπολαβεῖν VOK2 3 δ’ KF πεσόντων οἰνοχόος BEMA 4 συμβησομένων Κ 4. 5 ἀποκουφίσαντος Α 5 εὐεργεσιῶν P 7 δι’ pr.] δ’ F 8 τῆ χώρα συμβαίνειν CVO: συμβαίνειν τῆ χώρα ceteri 8. 9 διτταῖς φαντασίαις post θεσπίζεται (9) transp. CV; διτταῖς δι’ ὀνείρου φ. θ. Mang. 9 ὀνειράτων F θεσπίζει VOK2 ὑποσημαινούσαις AFGHP: ὑποσημαίνοντος ceteri 9. 10 βεβαιοτέρας πίστεως ἕνεκα transp. Α 10 ἔδοξα BEM ἀνέλκειν in textu Η, ἀνέρπειν mg. Η 11 σφόδρ’ C καὶ καλὰς Α: καὶ om. ceteri περὶ F τὰς ὄχθας AVO 12 μεθ’] ε ε καθ’ G ἀριθμῷ V2O καὶ om. AFGH1P 12. 13 κατεσκηλιτευμένας V, κατεσκηλιτευμένας O, κατεσκ λητευμένας Η, κατεσταλμένας M 13 καὶ εἰδεχθεστάτας Α: καὶ om. ceteri 15 μηδὲ om. HP1 16 συνεστάλθαι F 17. 18 πυροῦ στάχυς AFGHPK1: πυροὺς παχεῖς ceteri 18 ἐκπεφυκότος G ἰσοτάτους Α, ἰσωτάτους H(v) 18. 19 αὐξανομένους VO 19 μάλα VO, μᾶλλον HP εὐρώστως Α (coni. Mang.) εἶτα V 22 κεντροῦσαι CFHP 7 sqq. Gen. cap. 41 κεντοῦσαι καὶ τιτρώσκουσαι —, μεταπέμπεται τοὺς σοφιστὰς ἅμα τῇ ἕῳ καὶ τὴν φαντασίαν διηγεῖται. μηδενὸς δὲ στοχασμοῖς εἰκόσι τἀληθὲς ἰχνηλατῆσαι δυναμένου, παρελθὼν ὁ ἀρχιοινοχόος φησίν· "ὦ δέσποτα, τὸν ἄνδρα ὃν ζητεῖς ἐλπίς ἐστιν εὑρήσειν· ἁμαρτόντας ἐμὲ καὶ τὸν ἀρχισιτοποιὸν ἐκέλευσας εἰς τὸ δεσμωτήριον ἀπαχθῆναι, ἐν ᾧ τοῦ ἀρχιμαγείρου θεράπων ἦν Ἑβραῖος, ᾧτινι διηγησάμεθα ἐγώ τε κἀκεῖνος ὀνείρατα τὰ φανέντα ἡμῖν· ὁ δ’ οὕτως εὐθυβόλως καὶ εὐσκόπως διέκρινεν, ὡς ὅσα προεῖπεν ἑκατέρῳ συμβῆναι, τῷ μὲν ἣν ὑπέμεινε τιμωρίαν, ἐμοὶ δὲ τὸ σοῦ τυχεῖν ἵλεω καὶ εὐμενοῦς.“ ὁ μὲν οὖν βασιλεὺς ἀκούσας προστάττει συντείναντας ἀνακαλεῖν τὸν νεανίαν. οἱ δ’ ἀποκείραντες — βαθεῖαι γὰρ ἦσαν αὐτῷ χαῖται καθειργμένῳ κεφαλῆς καὶ γενείου—καὶ ἀντὶ ῥυπώσης λαμπρὰν ἐσθῆτα ἀντιδόντες καὶ τἄλλα φαιδρύναντες εἰσάγουσιν αὐτὸν πρὸς τὸν βασιλέα·