λαβὼν δὲ τῶν ξένων οἶκτον ὁ εὐμενὴς καὶ ἵλεως καὶ ὑπέρμαχος τῶν ἀδικουμένων ἀλγηδόνας δυσκαρτερήτους καὶ χαλεπὰς τιμωρίας ἐπάγει τῷ βασιλεῖ, παντοίων κακῶν ἀναπλήσας αὐτοῦ σῶμα καὶ ψυχὴν δυσιάτων, ὡς τὰς μὲν ἐφ’ ἡδονὴν ἀγούσας ὀρέξεις ἁπάσας ἐκκεκόφθαι, τὰς δ’ ἐναντίας παρεισεληλυθέναι φροντίδας περὶ ἀπαλλαγῆς ἀνηνύτων βασάνων, ὑφ’ ὧν 2 λιμῶ πιεσθεῖσαι ΒΕΚ Arm: πιεσθεῖσαι λιμῶ (λογισμῶ Α) ceteri 4 εὐθένειαν B, εὐθένειαν E, εὐσθένειαν Κ 4. 5 καὶ εὐετηρίαν ἐν αἰγύπτω ΒΕΚ Arm: ἐν αἰγύπτω καὶ εὐετηρίαν transp. ceteri 5 ταῖς πλημμύραις ante λιμνάσαντος BEK Arm.: ταῖς πλημμύραις post πεδία transp. ceteri πλημμυρίαις G λιμνάσαντος λιμνάσαντος ζοντος Κ) ἐν καιρῶ BEK Arm: ἐν καιρῶ λιμνάσαντος ceteri πεδία] ἐπιτήδεια BE 7 πνευμάτων] σπερμάτων Κ 8 τῶν καθ’ αὑτὴν om. Arra καταυτὴν C. κατ’ αὐτὴν FG 9 τῶν αἰγυπτίων BEK Arm: τῶν om. ceteri 10 post μηνύουσι add. δὴ H(v), δὲ (rursus del.) P 11 εὐπρεπεστάτην BK post ὄψιν add. αὐτῆς Arm 12 ὁρισθέντων ἡ καὶ ὁρισθέντα Α 14 αἰσχύνειν BEFG: αἰσχυνεῖν ceteri ἣ M δὲ BEK ἅτ’ E παρακρατεῖται CGA ὁμοθύμω A 15 ἔστενεν Α 16 δυνατοτέρων BE, ἀδυνατωτέρων 11 17 ἅμ’ BEK: ἅμα ceteri 18 ἀδικουμένων BEK Arm: ἄμα post ἄδικ’. add. ceteri 19 ἀλγηδόνας] ὀδύνας C, ἡδονὰς F1G, ὁδίνας F2 20 κακῶν παντοίων transp. HP σῶμα BEK: τὸ σῶμα ceteri τὴν ψυχὴν CHP δυσίατον FG 21 ἐφ’ ἡδονὴν BEK Arm: ἐφ’ ἡδονὰς ceteri; ἐφηδυνούσας coni. Mang. γυμναζόμενος μεθ’ ἡμέραν καὶ νύκτωρ ἐξετραχηλίζετο. παραπέλαυσε δὲ τῆς τιμωρίας καὶ σύμπας ὁ οἶκος αὐτῷ, μηδενὸς ἐπὶ τῇ παρανομίᾳ δυσχεράναντος, ἀλλὰ πάντων ἕνεκα τοῦ συναινεῖν μόνον οὐ συγχειρουργησάντων τὸ ἀδίκημα. τοῦτον τὸν τρόπον ἡ μὲν ἁγνεία τῆς γυναικὸς διασῴζεται, τοῦ δὲ ἀνδρὸς τὴν καλοκἀγαθίαν καὶ εὐσέβειαν ὁ θεὸς ἠξίωσεν ἐπιδείξασθαι γέρας αὐτῷ μέγιστον παρασχών, ἀσινῆ καὶ ἀνύβριστον ὅσον οὔπω κινδυνεύσαντα διαφθαρῆναι τὸν γάμον, ὃς οὐκ ἔμελλεν ὀλίγων ἀριθμὸν υἱῶν ἢ θυγατέρων γεννᾶν, ἀλλ’ ὅλον ἔθνος καὶ ἐθνῶν τὸ θεοφιλέστατον, ὅ μοι δοκεῖ τὴν ὑπὲρ παντὸς ἀνθρώπων γένους ἱερωσύνην καὶ προφητείαν λαχεῖν. Ἤκουσα μέντοι καὶ φυσικῶν ἀνδρῶν οὐκ ἀπὸ σκοποῦ τὰ περὶ τὸν τόπον ἀλληγορούντων, οἳ τὸν μὲν ἄνδρα συμβολικῶς ἔφασκον σπουδαῖον εἶναι νοῦν ἐκ τῆς περὶ τοὔνομα ἑρμηνευθείσης δυνάμεως τεκμαιρόμενοι τρόπον ἀστεῖον ἐν ψυχῇ, τὴν δὲ τούτου γυναῖκα ἀρετήν, ἧς τοὔνομά ἐστι Χαλδαϊστὶ μὲν Σάρρα, Ἑλληνιστὶ δὲ „ἄρχουσα“, διὰ τὸ μηδὲν ἀρετῆς ἀρχικώτερον εἶναι καὶ ἡγεμονικώτερον. γάμος δέ, ὃν μὲν ἁρμόζεται ἡδονή, σωμάτων κοινωνίαν ἔλαχεν, ὃν δὲ σοφία, λογισμῶν καθάρσεως ἐφιεμένων καὶ τελείων ἀρετῶν. ἐναντιώτατοι δὲ ἀλλήλοις εἰσὶν οἱ λεχθέντες γάμοι.