ἡ δ’ αἰτία τῆς ἐπιθέσεως ἀρχὴν ἔλαβε τοιάνδε. καρπῶν ἀφορίας ἐπὶ συχνὸν χρόνον γενομένης, 2 μετατραπόμενος BEK: μετατρεπόμενος ceteri οἴκαδε] ἀποστελλόμενος Η 4 ἀγαθῶν om. C 5 οὑτοσὶ BEK: οὗτος ceteri τοὐναντίον codd: τοῦτο Arm 6 συνδιαιτήσεως τῆς τῶν πολλῶν BEK: τῆς τ. π. συνδ. ceteri 7 εὑρεῖν CFG: ἀνευρεῖν fort. secludendum 8 καθ’ αὑτὸ BE σπεύδοντες πρῶτον ΒΕΚ Arm: πρῶτον σπεύδοντες ceteri 10 ἐπ’ ΒΕΚH2 Arm: ὑπ’ ceteri 11 καὶ τὸν ἄνδρα om. Κ 12 δυσαποσπασθέντων Κ τὸν] τὸ C 13 ἀπαιτηθεὶς Κ ὁρατὸν CF2MH2, ὁρατὸν corr. ex ἀόρατον Β: ἀόρατον ceteri 13. 14 τὸν— θεόν om. Αrm 11 ἀλλ’ KHP 15 ἐθεᾶτο BEK ποιητὴν ὁμοῦ BEK Arm: ὁμοῦ ποιητὴν ceteri 17 τοῦ] τοὺς (sed σ eras.) C 17. 18 ὐκεκαταφρόνητοι (sic) C 18 παντί τὼ BEK: τῳ om. ceteri πάντη FG 19 οἲ τὰ] οἴα CFG παρὰ om. H (Turu.) 20 περὶ ψυχὴν Κ: περὶ ψυχῆς BE, τῆς ψυχῆς (om. περὶ) ceteri 21 ὁ θεὸς om. BE μεγάλῃ om. Arm 22 ἀκρατοῦς] αὐτοκράτορος male coni. Mang. 23 σῷον] θεῖον BK 24 καρπὸν Α ἀφορίας BEK Arm (coni. Mang.): ἀπορίας ceteri 14 sqq. Gen. 12,10 sqq. τοτὲ μὲν διὰ πολλὴν καὶ ἄμετρον ἐπομβρίαν τοτὲ δὲ δι’ αὐχμὸν καὶ ζάλην, αἱ κατὰ Συρίαν πόλεις συνεχεῖ λιμῷ πιεσθεῖσαι κεναὶ τῶν οἰκητόρων ἦσαν, ἄλλων ἀλλαχόσε σκιδναμένων κατὰ ζήτησιν τροφῆς καὶ πορισμὸν τῶν ἀναγκαίων. πυθόμενος οὖν Ἀβραὰμ ἄφθονον εὐθηνίαν καὶ εὐετηρίαν ἐν Αἰγύπτῳ, τοῦ μὲν ποταμοῦ ταῖς πλημμύραις λιμνάσαντος ἐν καιρῷ τὰ πεδία, τῶν δὲ τὸν σπόρον εὔσταχυν ἐνεγκόντων καὶ ἀναθρεψαμένων εὐκρασίαις πνευμάτων, ἀπαίρει πᾶσαν τὴν οἰκίαν ἐπαγόμενος. ἦν δ’ αὐτῷ γυνὴ τήν τε ψυχὴν ἀρίστη καὶ τὸ σῶμα τῶν καθ’ αὑτὴν περικαλλεστάτη· ταύτην ἰδόντες τῶν Αἰγυπτίων οἱ ἐν τέλει καὶ τῆς εὐμορφίας ἀγάμενοι — λανθάνει γὰρ τοὺς ἐν ἐξοχαῖς οὐδέν — μηνύουσι τῷ βασιλεῖ. μεταπεμψάμενος δὲ τὴν ἄνθρωπον καὶ θεασάμενος ἐκπρεπεστάτην ὄψιν, βραχὺ φροντίσας αἰδοῦς καὶ νόμων τῶν ἐπὶ τιμῇ ξένων ὁρισθέντων, ἐνδοὺς ἀκρασίᾳ διενοεῖτο λόγῳ μὲν αὐτὴν ἀγαγέσθαι πρὸς γάμον, τὸ δ’ ἀληθὲς αἰσχύνειν. ἡ δ’ ἅτε ἐν ἀλλοτρίᾳ γῇ παρ’ ἀκρατεῖ τε καὶ ὠμοθύμῳ δυνάστῃ τοῦ βοηθήσοντος ἀποροῦσα — οὐδὲ γὰρ ὁ ἀνὴρ ἔσθενεν ἀρήγειν τὸν ἐπικρεμάμενον ἐκ τῶν δυνατωτέρων φόβον δεδιώς — ἐπὶ τὴν τελευταίαν ἅμ’ ἐκείνῳ καταφεύγει συμμαχίαν τὴν ἐκ θεοῦ.