μαρτυρεῖ δὲ 1 ὀφθαλμοὺς G 3 ἐκχεομένας ΒΕΚ Arm: χεομένας ceteri 4 ὁπόταν A οἶ KM: οἷα ceteri (v) 5 δὲ om. BEK ἐναργέστατον τῆς ἀποικίας BEK Arm: τῆς ἀποικίας ἐναργέστατον ceteri ἣν] ἣν AG ἀστρονομικῆς Arm 6 ἡ διάνοια] ἢ διανοίας BE 6. 7 εὐθὺς ἅμα τῆ μεταναστάσει BEK Arm: εὐθὺς ο post μεταναστάσει transp. ceteri 7 μεταστάσει FG 8 ὧι B, ὁ (pro ὧ) Arm δῆλον ὅτι CBEK: δηλονότι ceteri ἦν om. Arm. ἄστρων BEK 9 πορεία CMAH2P2 9. 10 ἔξω—καταλαμβάνων om. Arm 9 ἀνάρμοστον BE 10. 11 μετεχώρησε καὶ μεθωρμίσατο BEK Arm: μεθωρμ. καὶ μετεχ. ceteri 11 μεθωρμήσατο BEAP κατ’ ἀναγκαῖον ΜΗ1Ρ 12 οὐ πρυτανεύοντα ἀλλὰ om. BEK Arm (fort. recte) 13 ἀναβλέψασα BEK Arm (coni. Mang.): ἀντιβλέψασα ceteri πολὺ F 14 αὐτὴ Α ἐνθέρμοις MAHP: ἐν θερμοῖς ceteri 15 διαπόροις P 15. 16 ἀνασκεδάσασα—κρυπτομένου] ἀνασκεπτομένου (cet. om.) BE 16 ἀιδοῦς BE ἕνεκα ΒΕΚ: ἕνεκεν ceteri 17 ἀφικνουμένου τῆς ψυχῆς F ἑαυτὸν ΒΕΚ: αὑτὸν M, αὐτὸν ceteri 18 αὐτοῦ F τ’ ΜΗ2 ἦν om. ΒΚ 18. 19 τὸν—θεόν om. Α 19 ὅτι οὐχ transp. Κ ὤφθη ὁ θεὸς transp. ΒΚ 20 δι’ om. CFG αὑτοῦ ΕΚΗ: αὐτοῦ ceteri ὄν] ἀγαθόν Arm 21 ἑαυτὸν codd: ἑαυτὸ v ἐπιδείξαντος BEK: παραδείξαντος ceteri; προφήναντος et προδείξαντος coni. Mang. τοῖς εἰρημένοις καὶ ἡ τοῦ ὀνόματος ὑπαλλαγὴ καὶ μετάθεσις. ἐκαλεῖτο γὰρ Ἄβραμ τὸ ἀρχαῖον ὄνομα, προσερρήθη δ’ ὕστερον Ἀβραάμ, φωνῇ μὲν ἑνὸς στοιχείου τοῦ ἄλφα διπλασιασθέντος, δυνάμει δὲ μεγάλου πράγματος καὶ δόγματος ἐνδειξαμένου τὴν μεταβολήν. Ἄβραμ μὲν γὰρ ἑρμηνευθέν ἐστι „πατὴρ μετέωρος“, Ἀβραὰμ δὲ „πατὴρ ἐκλεκτὸς ἠχοῦς“, τὸ μὲν πρότερον ἐμφαῖνον τὸν ἀστρολογικὸν καὶ μετεωρολογικὸν ἐπικαλούμενον, οὕτως τῶν Χαλδαϊκῶν δογμάτων ἐπιμελούμενον, ὡς ἄν τις πατὴρ ἐγγόνων ἐπιμεληθείη, τὸ δ’ ὕστερον τὸν σοφόν. διὰ μὲν γὰρ τῆς ἠχοῦς τὸν προφορικὸν λόγον αἰνίττεται, διὰ τοῦ πατρὸς δὲ τὸν ἡγεμόνα νοῦν—πατὴρ γὰρ ὁ ἐνδιάθετος φύσει τοῦ γεγωνοῦ πρεσβύτερός γε ὢν καὶ τὰ λεκτέα ὑποσπείρων —, διὰ δὲ τοῦ ἐπιλέκτου τὸν ἀστεῖον· εἰκαῖος μὲν γὰρ καὶ πεφυρμένος ὁ φαῦλος τρόπος, ἐκλεκτὸς δὲ ὁ ἀγαθός, ἐπικριθεὶς ἐξ ἁπάντων ἀριστίνδην. τῷ μὲν οὖν μετεωρολογικῷ μεῖζον οὐδὲν τοῦ κόσμου τὸ παράπαν εἶναι δοκεῖ, ᾧ καὶ τὰς τῶν γινομένων αἰτίας ἀνατίθησιν· ὁ δὲ σοφὸς ἀκριβεστέροις ὄμμασιν ἰδών τι τελεώτερον νοητὸν ἄρχον τε καὶ ἡγεμονεῦον, ὑφ’ οὗ τἄλλα δεσπόζεται καὶ κυβερνᾶται, πολλὰ κατεμέμψατο τῆς προτέρας ζωῆς ἑαυτὸν ὡς τυφλὸν βίον διεξεληλυθότα, σκηριπτόμενον ἐπὶ τοῖς αἰσθητοῖς, ἀβεβαίῳ καὶ ἀνιδρύτῳ φύσει πράγματι. δευτέραν δ’ ἀποικίαν στέλλεται λογίῳ πάλιν πεισθεὶς ὁ ἀστεῖος οὐκέτ’ ἐκ πόλεως εἰς πόλιν, ἀλλ’ εἰς χώραν ἐρήμην (Gen. 12, 9), ἐν ᾗ πλαζόμενος διετέλει μὴ δυσαρεστῶν τῇ πλάνῃ καὶ τῷ δι’ αὐτὴν ἀνιδρύτῳ.