μετ’ ὀλίγων δὲ οὗτος ἢ καὶ μόνος ἅμα τῷ κελευσθῆναι μετανίστατο καὶ τῇ ψυχῇ πρὸ τοῦ σώματος τὴν ἀποικίαν ἐστέλλετο, τὸν ἐπὶ τοῖς θνητοῖς ἵμερον παρευημεροῦντος ἔρωτος οὐρανίου. οὐδενὸς οὖν φροντίσας, οὐ φυλετῶν, οὐ δημοτῶν, οὐ συμφοιτητῶν, οὐχ ἑταίρων, οὐ τῶν ἀφ’ αἵματος ὅσοι πρὸς πατρὸς ἢ μητρὸς ἦσαν, οὐ πατρίδος, οὐκ ἀρχαίων ἐθῶν, οὐ συντροφίας, οὐ συνδιαιτήσεως, ὧν ἕκαστον ἀγωγόν τε καὶ δυσαπόσπαστον ὁλκὸν ἔχον δύναμιν, ἐλευθέραις καὶ ἀφέτοις ὁρμαῖς ᾗ τάχιστα μετανίσταται, τὸ μὲν πρῶτον ἀπὸ τῆς Χαλδαίων γῆς, εὐδαίμονος χώρας καὶ κατ’ ἐκεῖνον ἀκμαζούσης τὸν χρόνον, εἰς τὴν Χαρραίων γῆν (Gen. 12, 5), ἔπειτα οὐ μακρὰν ὕστερον καὶ ἀπὸ ταύτης εἰς ἕτερον τόπον, περὶ οὗ λέξομεν ἐκεῖνο πρότερον εἰπόντες. Αἱ δηλωθεῖσαι ἀποικίαι τῷ μὲν ῥητῷ τῆς γραφῆς ὑπ’ ἀνδρὸς σοφοῦ γεγόνασι, κατὰ δὲ τοὺς ἐν ἀλληγορίᾳ νόμους ὑπὸ φιλαρέτου ψυχῆς τὸν ἀληθῆ ζητούσης θεόν. Χαλδαῖοι γὰρ ἐν τοῖς μάλιστα διαπονήσαντες 1 καὶ μεγίστοις om. Arm ὀνῆσαι] οἰκῆσαι M, κατανοῆσαι CFG δ’ ΒΕ 2 ὦν] ἣν Α 3 παρ’ ὀξὺ βλέποντας BEF: παροξὺ βλέποντας G, παρ’ ὀξὺ βλέποντες Α, παροξὺ βλέποντες C, παρ’ ὁξυβλεποῦντας KMP, πρὸς ὁξυβλεποῦντας Η, πρὸς ὀξὺ βλέποντας V ἀναποδήμητοι παρ’ ἐκδεδημηκότας om. CFG ἀποδήμητοι BE παρ’ ἐκδεδημηκότας KM: παρεκδεδημηκότας BEP, παρεκδεδυκότας Α, πρός ἐκδεδημηκότας H(v) 4 ἠπείγοντο G ante τὸ add. καὶ CFA πατρῷον] πρῶτον P καὶ προσκυνῆσαι om. Arm 5 ἡδίστης καὶ om. Arm 6 τὰς om. BEK 7 ἑλχθέντες C Arm: ἐλεχθέντες F, ἐλεγχθέντες ceteri 8 βεβαιοτάτῳ H (Turn.) ὀλίγον (alt. ο in ras.) Β ἢ καὶ] ἧκε BE 11 οὑν] γοῦν ΒΕ οὐ φυλετῶν] ὀφειλετῶν Α οὐχ ἑταίρων om. H ἑτέρων Α Arm 12 ὅσοι— ἦσαν om. Arm πρὸς om. C πατρίδος] πατρός CFG 12. 13 οὐκ ἀρχαίων ἐθῶν om. Arra 13 οὐ συνδιαιτήσεως om. Arm 14 #x003E; ὁλκὸν coni. Mang. ἔχων Α post ἔχον ss. καὶ Β (Richt.) ἐλευθέραις E: ἐλευθέροις ceteri (v) 15 ἦ Η, ἡ BMA τάχιστον Κ μὲν om. CFG 16 ἀκμαζούσης BEK Arm: ἁρμοζούσης ceteri 17 Χαρραίων γῆν] Μεσοποταμίαν Arm γῆν om. ΒΕ ἔπειτ’ BEK ἔπειτα—ὕστερον om. Arm 18 πάπον—εἰπόντες om. BE 19 Αἱ] αἱ δὲ BE ῥητῶ BEK: ῥήματι ceteri 20 κατὰ δὲ ἀλληγορίαν νόμων Arm ἐν ἀλληγορία BEK: ἀλληγορίας ceteri 21 ἐν τοῖς] ἑαυτοῖς G διαποιήσαντες BE (alt. ι corr. ex ν Ε) 21 sqq. Amlros. De Abraham II 3,9 . . . unde liquet eo referendum quia, (??) imdiu ἀστρονομίαν καὶ πάντα ταῖς κινήσεσι τῶν ἀστέρων ἀναθέντες ὑπέλαβον οἰκονομεῖσθαι τὰ ἐν κόσμῳ δυνάμεσιν, ἃς περιέχουσιν ἀριθμοὶ καὶ ἀριθμῶν ἀναλογίαι, καὶ τὴν ὁρατὴν οὐσίαν ἐσέμνυνον τῆς ἀοράτου καὶ νοητῆς οὐ λαβόντες ἔννοιαν, ἀλλὰ τὴν ἐν ἐκείνοις τάξιν διερευνώμενοι κατά τε τὰς ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων πλανήτων καὶ ἀπλανῶν περιόδους καὶ κατὰ τὰς τῶν ἐτησίων ὡρῶν μεταβολὰς καὶ κατὰ τὴν τῶν οὐρανίων πρὸς τὰ ἐπίγεια συμπάθειαν τὸν κόσμον αὐτὸν ὑπέλαβον εἶναι θεόν, οὐκ εὐαγῶς τὸ γενόμενον ἐξομοιώσαντες τῷ πεποιηκότι. ταύτῃ τοι τῇ δόξῃ συντραφεὶς καὶ χαλδαΐσας μακρόν τινα χρόνον, ὥσπερ ἐκ βαθέος ὕπνου διοίξας τὸ τῆς ψυχῆς ὄμμα καὶ καθαρὰν αὐγὴν ἀντὶ σκότους βαθέος βλέπειν ἀρξάμενος ἠκολούθησε τῷ φέγγει καὶ κατεῖδεν, ὃ μὴ πρότερον ἐθεάσατο, τοῦ κόσμου τινὰ ἡνίοχον καὶ κυβερνήτην ἐφεστῶτα καὶ σωτηρίως εὐθύνοντα τὸ οἰκεῖον ἔργον, ἐπιμέλειάν τε καὶ προστασίαν καὶ τῶν ἐν αὐτῷ μερῶν ὅσα θείας ἐπάξια φροντίδος ποιούμενον.