θεώμενος γάρ τις τὴν ἐν τῇ φύσει τάξιν καὶ τὴν παντὸς λόγου κρείττονα πολιτείαν, ᾗ χρῆται ὁ κόσμος, ἀναδιδάσκεται, φθεγγομένου μηδενός, εὔνομον καὶ εἰρηνικὸν βίον ἐπιτηδεύειν εἰς τὴν τῶν καλῶν ἐξομοίωσιν ἀποβλέποντα. ἐναργέσταται δὲ τῆς εὐσεβείας ἀποδείξεις εἰσίν, ἃς περιέχουσιν αἱ ἱεραὶ γραφαί· πρώτην δὲ λεκτέον, ἣ καὶ πρώτη τέτακται. λογίῳ πληχθεὶς περὶ τοῦ πατρίδα καὶ συγγένειαν καὶ πατρῷον οἶκον καταλιπεῖν καὶ μεταναστῆναι, καθάπερ ἀπὸ τῆς ξένης εἰς τὴν οἰκείαν ἐπανιὼν ἀλλ’ οὐκ ἀπὸ τῆς οἰκείας εἰς τὴν ξένην μέλλων ἀπαίρειν, ἐπέσπευδε συντείνων, νομίζων ἰσότιμον εἶναι τῷ τελειῶσαι τὸ ταχέως τὸ προσταχθὲν ἀνύσαι. καίτοι τίνα ἕτερον εἰκὸς οὕτως ἀκλινῆ καὶ ἄτρεπτον γενέσθαι, ὡς μὴ φίλτροις ὑπαχθῆναι καὶ ὑπενδοῦναι συγγενῶν καὶ πατρίδος, ὧν ὁ πόθος ἑκάστῳ τρόπον τινὰ συγγεγένηται καὶ συνηύξηται καὶ μᾶλλον ἢ οὐχ ἧττον τῶν ἡνωμένων μερῶν συμπέφυκε; μάρτυρες δὲ οἱ νομοθέται τὴν δευτερεύουσαν θανάτου τιμωρίαν κατὰ τῶν ἐπὶ τοῖς μεγίστοις ἑαλωκότων ὁρίσαντες φυγήν, οὐ δευτερεύουσαν, ὥς γ’ ἐμοὶ δοκεῖ, παρ’ ἀληθείᾳ δικαζούσῃ, πολὺ δὲ ἀργαλεωτέραν, εἴ γε πέρας μὲν κακοπραγιῶν ὁ θάνατος, ἀρχὴ δ’, οὐ πέρας, ἡ φυγὴ καινοτέρων συμφορῶν, ἀνθ’ ἑνὸς τοῦ χωρὶς ἀλγηδόνων μυρίους ἐπάγουσα θανάτους τοὺς σὺν αἰσθήσει. κατ’ ἐμπορίαν ἔνιοι πόθῳ χρηματισμοῦ πλέοντες ἢ κατὰ πρεσβείαν ἢ κατὰ θέαν τῶν ἐπὶ τῆς ἀλλοδαπῆς δι’ ἔρωτα παιδείας, ὁλκοὺς ἔχοντες δυνάμεις τῆς ἔξω μονῆς οἱ μὲν τὰς ἐπικερδείας, οἱ δὲ τὸ τὴν 1 ἡ om. BE 4 ἀναδιδάσκεται] ἄμα διδάσκεται HP (Turn.) ἔννομον Α 6 ἱεραὶ ΒΕΚ Arm: om. ceteri 7 ἣ] ἧ M πληχθεὶς] πεισθεὶς Arm (coni. εἰ Mang.) S καὶ μεταναστῆναι oni. F μεταστῆναι G 9 οἰκίαν Κ 10 ἐπέσπευδε BEK: ἔσπευδε ceteri 11 τῷ] τὸ F εἰκὸς] εἰκότως H1P 12 ante ἀκλινῆ add. καὶ sed rursus del. Η φιτρῷ BEK ὑπαχθῆναι τὲ καὶ BEK 12. 13 ἐνδοῦναι BE 13 ὧν] ὃν F τρόπον corr. ex τρόπων F συγγεγέννηται ΒΕΑΡ2 14 οὐχ om. Arm ἧττον] εἷς Α ἡνωμένων] ἰδιωμένων CFGA μελῶν Arm 15 δ’ BEK 16 ὁρίζοντες BEK οὐ δευτερεύουσαν om. Η1, add. mg. H2 17 ὥς γέ μοι BEKMA παρ’ CBEK: παρὰ ceteri παρὰ τοῖς ἀληθείᾳ δικάζουσι Arm δ’ BEK 18 κακοπραγίας ὢν CFG, κακοπραγίας ὧν Α δ’] δὲ F, τε CG οὐ πέρας om. CFG (fort. recte) 19 ἀνθ’ ἑνὸς om. F τοῦ om. M τοῦ χωρὶς ἀλγηδόνων om. C ἀλγεινῶν BEK post ἀλγηδόνων add. ἡδονῶν FG 20 τοὺς σὺν αἰσθήσει Arm: οὓς συναισθήσει BE, οὐ σὺν αἰσθήσει LFGMAH1P, σὺν αἰσθήσει οὐ eras.) H2L(v), ἐν συναισθήσει C πόθου CF1GA 21 δι’ ἔρωτα ΒΕ: ἢ δι’ ἔρωτα ceteri 22 ἐπικερδίας BECFG πόλιν ἐπὶ καιρῶν ἐν τοῖς ἀναγκαιοτάτοις καὶ μεγίστοις ὀνῆσαι, οἱ δὲ ἱστορίαν ὧν πρότερον ἠγνόουν τέρψιν ἅμα καὶ ὠφέλειαν τῇ ψυχῇ παρασκευάζουσαν — τυφλοὶ γὰρ παρ’ ὀξὺ βλέποντας ἀναποδήμητοι παρ’ ἐκδεδημηκότας —, ὅμως ἐπείγονται τὸ πατρῷον ἔδαφος ἰδεῖν καὶ προσκυνῆσαι καὶ συνήθεις ἀσπάσασθαι συγγενῶν τε καὶ φίλων ἡδίστης καὶ ποθεινοτάτης ὄψεως ἀπολαῦσαι καὶ πολλάκις τὰς πράξεις, ὧν ἕνεκα ἐξεδήμησαν, μηκυνομένας ὁρῶντες κατέλιπον ἱμέρῳ τῶν προσηκόντων ἑλχθέντες βιαιοτάτῳ.