ἐκεῖνοι γὰρ οὔτε γνώριμοι καὶ φοιτηταὶ γενόμενοί τινων οὔτε παρὰ διδασκάλοις ἃ χρὴ πράττειν καὶ λέγειν ἀναδιδαχθέντες, αὐτήκοοι δὲ καὶ αὐτομαθεῖς, ἀκολουθίαν φύσεως ἀσπασάμενοι, τὴν φύσιν αὐτήν, ὅπερ ἐστὶ πρὸς ἀλήθειαν, πρεσβύτατον θεσμὸν εἶναι ὑπολαβόντες ἅπαντα τὸν βίον ηὐνομήθησαν, ὑπαίτιον μὲν οὐδὲν γνώμαις ἑκουσίοις ἐργασάμενοι, περὶ δὲ τῶν ἐκ τύχης ποτνιώμενοι τὸν θεὸν καὶ λιταῖς καὶ ἱκεσίαις ἐξευμενιζόμενοι πρὸς ὁλοκλήρου μετουσίαν ζωῆς δι’ ἀμφοτέρων κατορθουμένης τῶν τε ἐκ προνοίας καὶ τῶν ἄνευ ἑκουσίου γνώμης. 1 κατὰ τὸ ἑξῆς om. BE καὶ ἀκόλουθον scripsi: κατακόλουθον BE, ἀκόλουθον ceteri ἀναγκαῖον ἦν Κ Arm, ἦν (om. ἀναγκαῖον) BE 2 ἐπὶ μέρη F καὶ ὡς ἄν om. C ὡς ἄν εἰκόνων] ὡσανεὶ κοινῶν BEMAP2 εἰκόνων] ἐκείνων C 3 καὶ om. C διερευνήσωμεν codd.: διερευνήσομεν Maug. 5 οὐχ ὑπέρ τὸν ἐκείνων ἔπαινον G, οὐχ ὑπὲρ τὸν (corr. ex τοῦ) τὸν ἐκείνων ἔπαινον F, οὐχ ὑπὲρ τοῦ ἐκείνων ἐπαίνου C ἐκεῖνον EP 7 ὅμοιον BEK Arm: τῶν ὁμοίων ceteri S μὲν] γὰρ P, μὲν ὅτι in ras. Η (Turn.) δεῖξαι L (Turn.) 9 τεθειμένα BEKM: τιθέμενα ceteri τῶν τῆς φύσεως coni. Mang. δὲ om. Α διότι BE 10 ἐθέλουσι BEK: θέλουσι ceteri 11 τι] τε BE 12 τινα] τις C, τι FG 13 τιθέντας Mang. μηδὲν om. Α ἀλλ’ ἢ coni. Wendl. τοῦ βίου Κ 15 διδασκάλους Ε, διδασκάλων ΒΚ 18 πρεσβύτατον CFG Arm: νόμιμον, πρεσβύτατον Κ, πρεσβύτατον νόμιμον ceteri ἅπαντα τὸν βίον ηὐνομήθησαν om. CFG, ηὐνομήθησαν om. in lc. Α 18. 19 ηὐνομήθησαν BEK Arm: ἐνομοθέτησαν MHP 19 δὲ om. E 20 καὶ λιταῖς om. ΒΕ καὶ ταῖς ἱκεσίαις BE 22 ἄνευ] ἐξ Arm 7 ἔμψυχοι νόμοι] ν. Hirzel, Ἄγραφος νόμος p. 17. 51 ss. Ἐπειδὴ τοίνυν ἀρχὴ μετουσίας ἀγαθῶν ἐστιν ἐλπὶς καὶ ταύτην οἷα λεωφόρον ὁδὸν ἡ φιλάρετος ἀνατέμνει καὶ ἀνοίγει ψυχὴ σπουδάζουσα τυχεῖν τοῦ πρὸς ἀλήθειαν καλοῦ, τὸν πρῶτον ἐλπίδος ἐραστὴν προσεῖπεν „ἄνθρωπον“ τὸ κοινὸν τοῦ γένους ὄνομα κατ’ ἐξαίρετον χάριν δωρησάμενος αὐτῷ. Χαλδαῖοι γὰρ τὸν ἄνθρωπον Ἐνὼς καλοῦσιν, ὡς μόνου πρὸς ἀλήθειαν ὄντος ἀνθρώπου τοῦ τὰ ἀγαθὰ προσδοκῶντος καὶ ἐλπίσι χρησταῖς ἐφιδρυμένου· ἐξ οὗ δῆλον, ὅτι τὸν δύσελπιν οὐκ ἄνθρωπον ἀλλ’ ἀνθρωποειδὲς ἡγεῖται θηρίον τὸ οἰκειότατον ἀνθρωπίνης ψυχῆς, ἐλπίδα, ἀφῃρημένον. ὅθεν καὶ παγκάλως ὑμνῆσαι βουλόμενος τὸν εὔελπιν προειπών, ὅτι οὗτος ἤλπισεν ἐπὶ τὸν τῶν ὅλων πατέρα καὶ ποιητήν (cf. Gen. 4, 26), ἐπιλέγει· „αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων“ (Gen. 5, 1), καίτοι πατέρων καὶ πάππων ἤδη γεγονότων· ἀλλὰ τοὺς μὲν ἀρχηγέτας τοῦ μικτοῦ γένους ὑπέλαβεν εἶναι, τουτονὶ δὲ τοῦ καθαρωτάτου καὶ διηθημένου, ὅπερ ὄντως ἐστὶ λογικόν. καθάπερ γὰρ ποιητὴς Ὅμηρος, μυρίων ποιητῶν ὄντων, κατ’ ἐξοχὴν λέγεται, καὶ τὸ μέλαν ᾧ γράφομεν, καίτοι παντὸς ὃ μὴ λευκόν ἐστι μέλανος ὄντος, καὶ ἄρχων Ἀθήνῃσιν ὁ ἐπώνυμος καὶ τῶν ἐννέα ἀρχόντων ἄριστος, ἀφ’ οὗ οἱ χρόνοι καταριθμοῦνται, τὸν αὐτὸν τρόπον καὶ τὸν ἐλπίδι χρώμενον „ἄνθρωπον“ κατ’ ἐξοχὴν ὠνόμασε τὰ πλήθη τῶν ἄλλων ἀφησυχάσας ὡς οὐκ ἀξίων 2 ἀνατέμνει] ἀναφαίνει CF ἀνατέμνει καὶ oiu. Arin 4 post ἐραστὴν add. ἐνὼς M ἄνθρωπον om BE 6 τἀγαθὰ F 7 δῆλον ὅτι CBEK: δηλονότι ceteri οὐκ ΒΕ Arm: οὐδ’ ceteri 8 τοῦ οἰκειοτάτου P 9 ψυχῆς om. ΒΕ καὶ om. Arm 10 εὐέλπιστον BE προσειπών BEK οὗτος ἤλπισεν ἐπικαλεῖσθαι· αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων C adnot. in marg. 13 καθαρωτέρου BE 14 διειθισμένου Α ὄντως] οὗτος Α λογικῶν BE ὁ ποιητὴς MAIIP 15 ποιητῶν ὄντων BEK: ὄντων ποιητῶν ceteri κατ’ ἐξοχὴν om. G 15. 16 καὶ μέλαν τὸ ᾧ conicio 16 ᾧ] ὃ BEK, ὧ ὃ P πάντως BEMA μέλαν ὄντως BEMA 16—18 καὶ ὄρχων — καταριθμοῦνται ἁ om. Arm 17 ὁ ἄριστος BEKF 19 ὠνόμασεν CE ἐφυσηχάσας (sic) C, ἐφησυχάσας MAII ἀξίους BE 3 sqq. Euseb. Pr. Ev. VII 8,5 . . . παρ’ ὃ καὶ πρῶτος ἀληθὴς ἄνθρωπος χρηματίσαι παρ’ Ἑβραίοις ἀναγέγραπται· κέκληται δ’ οὖν (γοῦν?) Ἐνώς, ὅπερ ἐστὶν ἀληθὴς εὐθυβόλῳ προσωνυμία. οὐδὲ γὰρ ἄλλον φασὶν ἀληθῆ προσήκειν ἡγεῖσθαι καὶ ὀνομάζειν ἄνθρωπον ἡ τὸν θεοῦ γνώσεως καὶ εὐσεβείας ἐπήβολον, τὸν ἀληθῶς γνωστικὸν ὁμοῦ καὶ εὐσεβῆ, (6) ὅτι δὴ τοὺς μὴ τοιούτους, θρεμμάτων κατ’ οὐδὲν ἀλόγων διαφέροντας, οἷα ἐπὶ γαστέρα καὶ ἡδονὴν πρηνεῖς καταβεβλημένους, θῆρας μᾶλλον ἡ ἀνθρώπους ἡ Ἑβραίων ἀποκαλεῖν διδάσκει γραφὴ κυριολεκτεῖν εἰθισμένη τὰς προσηγορίας .... (11) τοιόσδε μὲν οὖν ὁ παρ’ ‘Eβραίοις εἰσῆκται πρῶτος καὶ ἀληθὴς ἄνθρωπος ... ὁ θεοφιλῶν πρώτιστος, ὃς ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ. τῆς αὐτῆς προσρήσεως ἐπιλαχεῖν.