<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="51"><p>τὸ γὰρ ἴδιον ὄνομα τοῖς ἐκείνων
ἐναρμοσάμενος ἥνωσε, τὴν ἐκ τῶν τριῶν σύνθετον κλῆσιν ἐπιφημίσας
ἑαυτῷ· "τοῦτο γάρ μου“ φησίν „ὄνομά ἐστιν αἰώνιον, θεὸς Ἀβραὰμ
καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ“ (cf. Exod. 3,15)—ἀντὶ τοῦ <milestone unit="altpage1" n="p. 9 M."/>  καθάπαξ
τὸ πρός τι· καὶ μήποτ’ εἰκότως· ὀνόματος γὰρ ὁ θεὸς οὐ δεῖται, μὴ <lb n="21"/>
δεόμενος δ’ ὅμως ἐχαρίζετο τῷ γένει τῶν ἀνθρώπων κλῆσιν οἰκείαν,
ἵν’ ἔχοντες καταφυγὴν πρὸς ἱκεσίας καὶ λιτὰς μὴ ἀμοιρῶσιν ἐλπίδος
 χρηστῆς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="52"><p><milestone unit="altref" n="11"/> ταῦτα μὲν οὖν ἐπ’ ἀνδρῶν ὁσίων εἰρῆσθαι δοκεῖ,
<note xml:lang="mul" type="footnote"><lb/>1 ἐλλειπής BECGM μὲν om. CFG μήπω BEK: οὔπω ceteri τούτου om. Arm
<lb/>2 λιμένας BEK: λιμένα ceteri 2.
<lb/>3 κατέρρειν A καταίρειν θαλαττεύουσιν om. Arm
<lb/>3 aute θαλαττεύουσιν add. ἔτι MAHP θαλαττεύουσιν BEK: ἐνθαλαττεύουσιν ceteri
<lb/>4 ἐπινοησάντων CFG, ἐπιπονησάντων coni. Mang. 4.
<lb/>5 ἐκδεδήλωται Κ
<lb/>5 δ’ F ἡ ἑτέρα ΒΕ Arm: ἡ om. ceteri
<lb/>6 παιδικοῖς CFGA
<lb/>7 ἀθλητῶν C
<lb/>8 σῶμα σκιᾶς M, σώματος σκιὰν Α
<lb/>9 τῶν] τὴν F οὑν om. CFG post οὖν add. καὶ KH1P, del. Η2
<lb/>10 τέλος] γένος F 
<lb/>11 προειπεῖν CFH2: προσειπεῖν ceteri
<lb/>12 τούτοις CFGMA
<lb/>14 πάντα FG φιλοθέους] θεοφιλοῦς C, θεοφιλοῦς FG ante ὁμοῦ add. καὶ G θεοφιλῶς F ἀγαπήσαντος in ras. F
<lb/>16 αἷς corr. ex οἷς B, οἷς E
<lb/>17 #x003E; κοινωνῆσαι (vel κοινωνῆσαι τῆς #x003E; προσρήσεως αὐτούς) conicio αὐτοῦ BEIv: αὐτούς G Arm, αὐτῆς Α, αὐτοῖς ceteri (probat Wendl.)
<lb/>18 ἁρμοσάμενος BE 
<lb/>19 αὐτῶ BEK
<lb/>20 καὶ utrumque om. BE καθάπαξ] ἅπαξ OFG, καθ’ ἅπαν Mang.
<lb/>21 τὸ] τὰ Arm
<lb/>22 τῷ om. F
<lb/>23 ἵν᾿ BEK: ἶνα ceteri ἱκεσίαν G ἄμοιροι ὦσιν BEK
<lb/>24 post οὖν add. ὡς Arm ἐπ’ ἀνδρῶν om. BE ὁσίων] vel delendum vel scribendum τριῶν censuit Mang.</note>  

<pb n="v.4.p.13"/>
μηνύματα δ’ ἐστὶ φύσεως ἀδηλοτέρας καὶ πολὺ βελτίονος τῆς ἐν αἰσθητοῖς.
τρόπους γὰρ ψυχῆς ἔοικεν ὁ ἱερὸς διερευνᾶσθαι λόγος, ἀστείους ἅπαντας,
τὸν μὲν ἐκ διδασκαλίας, τὸν δ’ ἐκ φύσεως, τὸν δ’ ἐξ ἀσκήσεως ἐφιέμενον
τοῦ καλοῦ. ὁ μὲν γὰρ πρῶτος, ἐπίκλησιν Ἀβραάμ, σύμβολον
<lb n="5"/> διδασκαλικῆς ἀρετῆς ἐστιν, ὁ δὲ μέσος, Ἰσαάκ, φυσικῆς, ὁ δὲ τρίτος,
Ἰακώβ, ἀσκητικῆς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="53"><p>ἀλλὰ γὰρ οὐκ ἀγνοητέον, ὅτι μετεποιεῖτο τῶν τριῶν ἕκαστος δυνάμεων, ὠνομάσθη δὲ ἀπὸ τῆς πλεοναζούσης κατ’
ἐπικράτειαν· οὔτε γὰρ διδασκαλίαν ἄνευ φύσεως ἢ ἀσκήσεως τελειωθῆναι
δυνατὸν οὔτε φύσις ἐπὶ πέρας ἐστὶν ἐλθεῖν ἱκανὴ δίχα τοῦ μαθεῖν καὶ
<lb n="10"/> ἀσκῆσαι οὔτε ἄσκησις, εἰ μὴ προθεμελιωθείη φύσει τε καὶ διδασκαλίᾳ.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="54"><p>προσηκόντως οὖν καὶ τὴν τῶν τριῶν λόγῳ μὲν ἀνδρῶν ἔργῳ δ’ ὡς εἶπον ἀρετῶν οἰκειότητα συνῆψε, φύσεως, μαθήσεως, ἀσκήσεως, ἃς ἑτέρῳ
ὀνόματι Χάριτας ἰσαρίθμους ἄνθρωποι καλοῦσιν, ἢ τῷ κεχαρίσθαι τὸν
θεὸν τῷ ἡμετέρῳ γένει τὰς τρεῖς δυνάμεις πρὸς τελειότητα τοῦ βίου ἢ
<lb n="15"/> παρόσον αὗται δεδώρηνται ψυχῇ λογικῇ ἑαυτάς, δώρημα τέλειον καὶ
κάλλιστον, ἵνα καὶ τὸ αἰώνιον ὄνομα τὸ δηλούμενον ἐν τοῖς χρησμοῖς
ἐπὶ τριῶν μὴ ἐπ’ ἀνθρώπων μᾶλλον ἢ τῶν εἰρημένων δυνάμεων
λέγηται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="55"><p>ἀνθρώπων μὲν γὰρ φθαρτὴ φύσις, ἄφθαρτος δ’ ἡ τῶν ἀρετῶν· εὐλογώτερον δὲ ἐπιφημίζεσθαι τὸ ἀίδιον ἀφθάρτοις πρὸ θνητῶν, ἐπεὶ
<lb n="20"/> συγγενὲς μὲν ἀιδιότητος ἀφθαρσία, ἐχθρὸν δὲ θάνατος. </p></div></div></body></text></TEI>