τοσούτων δὴ καὶ τηλικούτων ἐπιρραξάντων κακῶν, ἅπερ ἐκεῖνος ὁ καιρὸς ὤμβρησε — πάντα γὰρ τὰ τοῦ κόσμου μέρη, δίχα τῶν κατὰ τὸν οὐρανόν, ἐκινήθη παρὰ φύσιν, ὡς ἂν βαρεῖαν καὶ θανατώδη νόσον νοσήσαντα —, μόνος δὲ εἷς οἶκος ὁ τοῦ λεχθέντος ἀνδρὸς δικαίου καὶ θεοφιλοῦς διασῴζεται δύο λαβόντος τὰς ἀνωτάτω δωρεάς, μίαν μέν, ἣν εἶπον, τὸ μὴ πᾶσι τούτοις συναπολέσθαι, ἑτέραν δὲ τὸ πάλιν ἀρχηγέτην αὐτὸν ὑπάρξαι νέας ἀνθρώπων σπορᾶς· ἠξίωσε γὰρ αὐτὸν ὁ θεὸς καὶ τέλος τοῦ γένους ἡμῶν καὶ ἀρχὴν γενέσθαι, τέλος μὲν τῶν πρὸ τοῦ κατακλυσμοῦ, τῶν δὲ μετὰ τὸν κατακλυσμὸν ἀρχήν. Τοιοῦτος μὲν ὁ τῶν καθ’ αὑτὸν ἄριστος, τοιαῦτα δὲ καὶ τὰ τεθειμένα ἆθλα αὐτῷ, ὁποῖα δεδήλωκεν ὁ ἱερὸς λόγος. τῶν δ’ εἰρημένων τριῶν εἴτε ἀνδρῶν εἴτε ψυχῆς τρόπων ἐναρμόνιος ἡ τάξις· ὁ μὲν γὰρ τέλειος ὁλόκληρος ἐξ ἀρχῆς, ὁ δὲ μετατεθειμένος ἡμίεργος, τοῦ βίου τὸν μὲν πρότερον χρόνον ἀναθεὶς κακίᾳ, τὸν δ’ ὕστερον ἀρετῇ, πρὸς ἣν μετανέστη καὶ μετῳκίσατο, ὁ δὲ ἐλπίζων, ὡς αὐτὸ δηλοῖ τοὔνομα, 2 ἅπασαν ἤλω (sic) BE ἀνήλωται F, ἠλλοιώθη Arm νικηθεὶς] τῶ νενικῆσθαι ΒΚ, τῶ νικῆσθαι Ε φορᾶς καὶ βίας BEK: βίας καὶ φορᾶς ceteri, φορᾶς καὶ om. Arm 3 τότε δὴ τότε BEK: alt. τότε om. ceteri 5 δὲ BEK 8 πράξεσιν FG ὑπηρετήσοντα CBEH2: ὑπηρετήσαντα ceteri 9 ἐπηρραξάντων Ε; καταρραξάντων coni. Mang. 10 κατὰ τὸν οὐρανὸν BEK Arm: κατ’ οὐρανόν ceteri 12 δὲ om. Arm ὁ om. Bli 13 μέν om. BE 13. 14 πᾶσι τούτοις] πᾶσιν οὗτος Α 14 ἀρχηγέτην αὐτὸν BEK: αὐτὸν ἀρχηγέτην ceteri ὑπάρξειν MH2 νέας] γενεᾶς CFGA, τοῦ γένους τῆς νέας BE 15 τοῦ γένους ἡμῶν BEK Arm: ἡμῶν τοῦ γένους ceteri 18 καθ’ αὑτῶν G 19 τιθέμενα CFG 19. 20 τῶν— τάξις om. CFG 20 εἴτε ἀνδρῶν om. ΗΡ1 (Turn.), add. mg. Ρ2 ψυχῆς scripsi (sic Arm ut vid.): ψυχῶν codd. ante τρόπων add. εἴτε Η2 (Turn.) τρόπων corr. ex τρόπον Κ, τρόπον BE 21 ὁλόκληρον F μετατιθέμενος CFG ἡμίεργός M τοῦ βίου om. C, post χρόνον (22) transp. Arm 22 πρῶτον Κ ἀναθεὶς BEK: ἀνατιθεὶς ceteri δὲ BEK 23 μετωικήσατο M, μετωκήσατο BAFP δ’ BEK τοὔνομα om. BE ἐλλιπής, ἐφιέμενος μὲν ἀεὶ τοῦ καλοῦ, μήπω δ’ ἐφικέσθαι τούτου δεδυνημένος, ἀλλ’ ἐοικὼς τοῖς πλέουσιν, οἳ σπεύδοντες εἰς λιμένας καταίρειν θαλαττεύουσιν ἐνορμίσασθαι μὴ δυνάμενοι. Ἡ μὲν οὖν προτέρα τριὰς τῶν ἀρετὴν ἐπιποθησάντων δεδήλωται. μείζων δέ ἐστιν ἡ ἑτέρα, περὶ ἧς νυνὶ λεκτέον. ἐκείνη μὲν γὰρ τοῖς ἐν ἡλικίᾳ παιδικῇ μαθήμασιν ἔοικεν, αὕτη δὲ τοῖς ἀνδρῶν ἀθλητικῶν γυμνάσμασιν ἐπὶ τοὺς ἱεροὺς ὄντως ἀλειφομένων ἀγῶνας, οἳ σωμασκίας καταφρονοῦντες τὴν ἐν τῇ ψυχῇ κατασκευάζουσιν εὐεξίαν ἐφιέμενοι τῆς κατὰ τῶν ἀντιπάλων παθῶν νίκης. οἷς μὲν οὖν διενήνοχεν ἕκαστος ἐφ’ ἓν καὶ τὸ αὐτὸ τέλος ἐπειγόμενος, αὖθις ἀκριβέστερον ἐροῦμεν· ἃ δὲ χρὴ περὶ τῶν τριῶν συλλήβδην προειπεῖν, ἀναγκαῖον μὴ παρασιωπῆσαι. τούτους τοίνυν συμβέβηκε μιᾶς οἰκίας καὶ ἑνὸς γένους εἶναι—ὁ γὰρ τελευταῖος υἱὸς μέν ἐστι τοῦ μέσου, υἱωνὸς δὲ τοῦ πρώτου — καὶ πάντας φιλοθέους ὁμοῦ καὶ θεοφιλεῖς, ἀγαπήσαντας τὸν ἀληθῆ θεὸν καὶ ἀνταγαπηθέντας πρὸς αὐτοῦ, ὃς ἠξίωσε, καθάπερ δηλοῦσιν οἱ χρησμοί, διὰ τὰς ὑπερβολὰς τῶν ἀρετῶν αἷς συνεβίουν κοινωνῆσαι τῆς προσρήσεως αὐτοῦ.