<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="41"><p> πρὸς ἐπίληπτον καὶ ἐπάρατον βίον—· <milestone unit="altref" n="8"/> ἐφ’ οἷς ὁ θεὸς εἰκότως
δυσχεράνας, εἰ τὸ ζῷον τὸ ἄριστον εἶναι δοκοῦν καὶ συγγενείας ἀξιωθὲν
τῆς πρὸς αὐτὸν ἕνεκα τῆς ἐν τῷ λόγῳ κοινωνίας, δέον ἀρετὴν ἐπιτηδεύειν, <lb n="5"/>
ἐζήλωσε κακίαν καὶ τὰ εἴδη πάντα κακίας, δίκην ὁρίζει τὴν προσήκουσαν,
ἀφανίσαι τοὺς τότε ὄντας κατακλυσμῷ διανοηθείς, οὐ μόνον τοὺς ἐν τῇ
πεδιάδι καὶ τοῖς χθαμαλωτέροις ἀλλὰ καὶ τοὺς ἐν τοῖς ὑψηλοτάτοις
 ὄρεσι κατοικοῦντας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="42"><p>ἡ μὲν γὰρ μεγάλη θάλαττα μετέωρος ὡς οὐδέπω
πρότερον ἀρθεῖσα διὰ τῶν στομάτων ἀθρόᾳ ῥύμῃ τοῖς καθ’ ἡμᾶς εἰσερρύη <lb n="10"/>
πελάγεσι, τὰ δὲ πλημμύραντα νήσους καὶ ἠπείρους ἐπέκλυσε,
πηγῶν δ’ ἀενάων καὶ ποταμῶν αὐθιγενῶν τε καὶ χειμάρρων ἐπάλληλοι
φοραὶ συνῆπτον ἀλλήλαις ἀναχεόμεναι καὶ πρὸς ὕψος ἐπαιρόμεναι
 ἐπέβαινον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="43"><p>οὐ μὴν οὐδὲ ὁ ἀὴρ ἠρέμει· πάντα γὰρ τὸν οὐρανὸν βαθὺ
καὶ συνεχὲς νέφος ἐπεῖχε καὶ πνεύματα ἦν ἐξαίσια πάταγοί τε βροντῶν <lb n="15"/>
καὶ ἐπιλάμψεις ἀστραπῶν καὶ κεραυνῶν φοραί, καταρρηγνυμένων ὄμβρων
ἀπαύστων, ὡς νομίσαι τὰ μέρη τοῦ παντὸς εἰς μίαν φύσιν τὴν ὕδατος
ἀναστοιχειούμενα σπεύδειν, ἕως τοῦ μὲν ἄνωθεν καταράττοντος τοῦ δὲ
κάτωθεν ἐπανιόντος μετάρσια ἤρθη τὰ ῥεῖθρα, οἷς οὐ μόνον ἡ πεδιὰς
καὶ ὅση χθαμαλὴ κατακλυσθεῖσα ἠφανίσθη, ἀλλὰ καὶ τῶν ὑψηλοτάτων <lb n="20"/>
 ὀρῶν αἱ κορυφαί.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="44"><p>πάντα γὰρ τὰ μέρη τῆς γῆς ἔδυ καθ’ ὕδατος, ὡς
πᾶσαν καθηρπάσθαι καὶ τὸν κόσμον ἀκρωτηριασθέντα μεγάλῳ τμήματι
τὸν παντελῆ καὶ ὁλόκληρον, ὃ μήτε εἰπεῖν μήτε νοῆσαι θέμις,
<note xml:lang="mul" type="footnote"><lb/>1 ἁμιλλώμενοι BE, ἁμιλλωμένων om. Arm γὰρ KMAHP: om. ceteri ante add. ὅτῳ F, οὕτως G, ἐφιλονείκουν om. C ἕκαστοι Η2
<lb/>2 μεγέθει κακίας BEK Arm: κακίας μεγέθει ceteri ἐπειγόμενοι Η2 2.3 καὶ—βίον om. Arm
<lb/>2 παραλιπόντος ΒΕ τῶν] τὸν F
<lb/>4 εἰ corr. ex εἰς BE ζῴων Arm τὸ alt. ora. BEF
<lb/>6 post ἐζήλωσε add. δὲ ΗΡ καὶ—κακίας om. Arm εἴδη] ἤδη Α
<lb/>7 ἀφανίσαι BEK: ἀφανίζειν ceteri οὐ μόνον BEK Arm: οὐ μόνον δὲ ceteri S καὶ τοῖς χθαμαλωτέροις om. Arm ὑψηλοτάτοις om. Arm
<lb/>9 γὰρ om. BE θάλασσα BEK 9.
<lb/>10 ὡς οὐδέπω πρότερον om. Arm
<lb/>9 ὡς corr. ex ὧν E, ὦν Β οὔπω BE
<lb/>11 πλημμύροντα CFG καὶ om. BE
<lb/>12 δ’ BEK Arm: τ’ CMAHP, τε G, τῶν F ἀενάων CEG: ἀεννάων ceteri ποταμῶν αὐθιγενῶν BEK Arm: αὐθιγενῶν ποταμῶν ceteri τε BEK: om. ceteri
<lb/>13 ἀλλήλαις BE: ἀλλήλοις ceteri ἀνερχόμεναι CFG
<lb/>14 aute βαθὺ add. καὶ MAGHP
<lb/>15 καὶ prius ss, H2P2 τε BEK: δὲ ceteri
<lb/>16 ἐπιλείψεις ἄστρων BE
<lb/>17 τὴν] τοῦ KH1P 
<lb/>18 ἕως] ὡς CFG καταρράττοντος CABEK post δὲ add. καὶ BE 
<lb/>20 καὶ ὅση χθαμαλὴ om. Arra 21.
<lb/>22 ὡς ὅλην ἀνηρπάσθαι ΒΕ 22.
<lb/>23 μεγάλῳ— θέμις om. Arm
<lb/>22 μεγάλα τμήματα coni. Mang.
<lb/>23 μήτ’ BEK νομῆσαι P</note>  

<pb n="v.4.p.11"/>
λελωβῆσθαι δοκεῖν. ἀλλὰ γὰρ καὶ ὁ ἀήρ, ἔξω μέρους βραχέος τοῦ κατὰ σελήνην,
ἅπας ἀνήλωτο νικηθεὶς ὑπὸ τῆς τοῦ ὕδατος φορᾶς καὶ βίας, ὅπερ
ἀνὰ κράτος τὴν ἐκείνου χώραν ἐπέσχε.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="45"><p>τότε δὴ τότε εὐθὺς ἐφθείρετο ὅσα σπαρτὰ καὶ δένδρα—φθείρει γὰρ ὡς ἔνδεια καὶ πλῆθος ἄμετρον—,
<lb n="5"/> ἔθνῃσκον δ’ αἱ μυρίαι τῶν ζῴων ἀγέλαι ἡμέρων ὁμοῦ καὶ ἀγρίων· ἦν
γὰρ εἰκός, τοῦ κρατίστου γένους ἀνθρώπων ἀφανιζομένου, μηδὲν ὑπολειφθῆναι
τῶν χειρόνων, ἐπεὶ καὶ πρὸς τὰς ἐκείνου χρείας ἐγένετο δοῦλα
 τρόπον τινὰ δεσποτικαῖς προστάξεσιν ὑπηρετήσοντα.</p></div></div></body></text></TEI>