ἐν τῷ θνητῷ γένει βίον εὔδιον καὶ γαληνὸν ἀσπάζεται. οὕτως δ’ ἀποσεμνύνει τὸν φιλάρετον, ὥστε καὶ γενεαλογῶν αὐτὸν οὐ, καθάπερ ἔθος ἐπὶ τῶν ἄλλων, πάππων ἢ προπάππων ἢ προγόνων ποιεῖται κατάλογον, ὅσοι πρὸς ἀνδρῶν ἢ πρὸς γυναικῶν εἰσιν, ἀλλά τινων ἀρετῶν, μόνον οὐχὶ βοῶν ἄντικρυς, ὅτι οἰκία καὶ συγγένεια καὶ πατρὶς οὐδεμία ἐστὶν ἑτέρα σοφῷ ὅτι μὴ ἀρεταὶ καὶ αἱ κατ’ ἀρετὰς πράξεις· „αὗται“ γάρ φησιν „αἱ γενέσεις Νῶε· Νῶε ἄνθρωπος δίκαιος, τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ, τῷ θεῷ εὐηρέστησεν“ (Gen. 6, 9). οὐ δεῖ δὲ ἀγνοεῖν, ὅτι νῦν „ἄνθρωπον“ οὐ κοινῷ τύπῳ τὸ λογικὸν θνητὸν ζῷον καλεῖ, τὸν μέντοι κατ’ ἐξοχήν, ὃς ἐπαληθεύει τοὔνομα τὰ ἀτίθασα καὶ λελυττηκότα πάθη καὶ τὰς θηριωδεστάτας κακίας τῆς ψυχῆς ἀπεληλακώς. σημεῖον δέ· μετὰ τὸν „ἄνθρωπον“ ἐπιλέγει τὸν „δίκαιον“ εἰπὼν „ἄνθρωπος δίκαιος“, ὡς ἀδίκου μὲν οὐδενὸς ὄντος ἀνθρώπου (κυριώτερον δ’ εἰπεῖν ἀνθρωπομόρφου θηρίου), μόνου δὲ ὃς ἂν ζηλωτὴς ᾖ δικαιοσύνης. φησὶ δ’ αὐτὸν καὶ „τέλειον“ γεγονέναι διὰ τούτου παριστάς, ὡς οὐ μίαν ἀρετὴν ἀλλὰ πάσας ἐκτήσατο καὶ κτησάμενος ἑκάστῃ κατὰ τὸ ἐπιβάλλον χρώμενος διετέλεσεν. ἐπιστεφανῶν δ’ αὐτὸν ὡς ἀγωνιστὴν ἐκνενικηκότα κηρύγματι λαμπροτάτῳ προσεπικοσμεῖ φάσκων, ὅτι „τῷ θεῷ εὐηρέστησεν“· οὗ τί γένοιτ’ ἂν ἐν τῇ φύσει κρεῖττον; τίς καλοκἀγαθίας ἐναργέστερος ἔλεγχος; εἰ γὰρ οἱ δυσαρεστήσαντες τῷ θεῷ κακοδαίμονες, οἷς εὐαρεστῆσαι συνέβη πάντως 1 κρατήσας CFG ἢ ἀναχωρήσῃ RE, ἀναχωρήσει Α, ἀναχωρεῖ Ann 2 ἑαυτὸν] αὐτὸν C χαίρων add. Wang. (vel scribendum τὰς—ὁμιλίας) 3 πραγματειῶν Β, πραγματιῶν E: πραγμάτων ceteri τῶν] τὸν G 4 τῷ om. FG γαληνὸν scripsi: γαλήνιον codd. οὕτως BEK: οὕτω ceteri 7 πρὸς alt. om. BE ἀλλὰ τίνων; MAFHP, τινων om. Arm 9 ἑτέρω H1P κατὰ M πράξεις] τάξεις Β 10 φησιν] εἰσιν BEK Νῶε alt. om. CFG Arm καὶ τέλειος Arm, τέλειος om. G 11 νῦν ora. F 12 καὶ θνητὸν Arm τὸν] τὸ BEAF1HP 13 ὃς] ὃ BE ἀτίθασσα MFK 15 τόν alt.] τὸ coni. Mang. τὸν δίκαιον εἰπὼν ἄνθρωπος om. Arm 16 ἀδίκου] δικαίου CFG post ὄντος distinguunt ct ἀνθρώπου cum seqq. coniungunt CFG 16. 17 κυριώτερον—θηρίου om. OFG (fort. recte) 17 δὲ μόνου CFG δ’ BE ὃς] ὡς ’P, ὃς om. BE ᾖ] ἣ ABE 18 παριστᾷ Α 19 ἐκέκτητο G 20 δ’ om. BE ἐκνενικηκότα Κ (coni. Mang.): εὖ νενικηκότα ceteri 21 τί CFG: τίς corr. ex τί K, τίς ceteri 22 κρεῖττον corr. in κρείττων Κ: om. BE, κρείττων ceteri τίς κ. ἐναργέστερος Mang.: τῆς κ. ἐναργέστατος codd. Arm 23 τῶ θεῶ BEK: τῷ om. ceteri συνέβη BEK: συμβέβηκε ceteri εὐδαίμονες.