καθάπερ γὰρ οἱ μὲν δι’ ὀλισθηρᾶς ὁδοῦ βαδίζοντες ὑποσκελίζονται καὶ πίπτουσιν, οἱ δὲ διὰ ξηρᾶς καὶ λεωφόρου ἀπταίστῳ χρῶνται πορείᾳ, οὕτως οἱ διὰ τῶν σωματικῶν μὲν καὶ τῶν ἐκτὸς τὴν ψυχὴν ἄγοντες οὐδὲν ἀλλ’ ἢ πίπτειν αὐτὴν ἐθίζουσιν — ὀλισθηρὰ γὰρ ταῦτά γε καὶ πάντων ἀβεβαιότατα —, οἱ δὲ διὰ τῶν κατὰ τὰς ἀρετὰς θεωρημάτων ἐπὶ θεὸν σπεύδοντες ἀσφαλῆ καὶ ἀκράδαντον ὁδὸν εὐθύνουσιν, ὡς ἀψευδέστατα φάναι, ὅτι ὁ μὲν ἐκείνοις πεπιστευκὼς ἀπιστεῖ θεῷ, θεῷ. ὁ δ’ ἀπιστῶν ἐκείνοις πεπίστευκε θεῷ.