<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="266"><p>ἀλλ’ οὐδ’ ἐπὶ τοῖς περὶ τὸ σῶμα μέγα
φρονεῖν ἄξιον, ἐν οἷς τὰ ἄλογα ζῷα πλεονεκτεῖ· τίς γὰρ ἀνθρώπων
ἰσχυρότερος ἢ ῥωμαλεώτερος ταύρου μὲν ἐν ἡμέροις, ἐν δ’ ἀγρίοις <lb n="5"/>
λέοντος; τίς δ’ ὀξυωπέστερος ἱέρακος ἢ ἀετοῦ; τίς δὲ περὶ ἀκοὴν
εὐτυχὴς οὕτως, ὡς τῶν ζῴων τὸ νωθέστατον, ὄνος; τίς δὲ περὶ τὰς
ὀσφρήσεις κυνὸς ἀκριβέστερος, ὅν φασιν οἱ κυνηγετικοὶ ῥινηλατοῦντα
τοῖς μακρὰν πτώμασιν εὐσκόπως ἐπιτρέχειν οὐ προϊδόμενον; ὅπερ γὰρ
 ὄψις ἑτέροις, τοῦτο μυκτῆρες κυσὶ θηρευτικοῖς καὶ ἰχνευτικοῖς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="267"><p>ὑγιεινότατά <lb n="10"/>
γε μὴν καὶ ὡς ἔνι μάλιστα ἄνοσα πλεῖστα τῶν ἀλόγων ζῴων
ἐστίν. ἐν δὲ τῷ περὶ κάλλους ἀγῶνι καὶ τῶν ἀψύχων ἔνιά μοι δοκεῖ
νικᾶν δύνασθαι τὰς ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν εὐμορφίας καὶ ὑπερβάλλειν,
ἀγάλματα καὶ ξόανα καὶ ζωγραφήματα καὶ συνόλως ὅσα γραφικῆς ἔργα
καὶ πλαστικῆς ἐν ἑκατέρᾳ τέχνῃ κατορθούμενα, περὶ ἃ σπουδάζουσιν <lb n="15"/>
Ἕλληνες ὁμοῦ καὶ βάρβαροι πρὸς κόσμον τῶν πόλεων ἐν τοῖς ἐπιφανεστάτοις
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="268"><p> χωρίοις ἀνατιθέντες. <milestone unit="altref" n="46"/> μόνον οὖν ἀψευδὲς <milestone unit="altpage1" n="p. 39 Μ."/>  καὶ βέβαιον
ἀγαθὸν ἡ πρὸς θεὸν πίστις, παρηγόρημα βίου, πλήρωμα χρηστῶν
ἐλπίδων, ἀφορία μὲν κακῶν, ἀγαθῶν δὲ φορά, κακοδαιμονίας ἀπόγνωσις,
γνῶσις εὐσεβείας, κλῆρος εὐδαιμονίας, ψυχῆς ἐν ἅπασι βελτίωσις ἐπερηρεισμένης <lb n="20"/>
καὶ ἐφιδρυμένης τῷ πάντων αἰτίῳ καὶ δυναμένῳ μὲν πάντα,
<note xml:lang="mul" type="footnote"><lb/>1 πλοῦτος Κ προσορίζονται scripsi: προσορμίζονται codd., γίνονται Arm 
<lb/>3 οὐδὲ CFG, om. Arm ἐπὶ om. CFG Arm
<lb/>4 ἐν οἷς] εἶναι Α τὰ ἄλογα BEK: τἄλλα ceteri, τἄλλ’ ἄλογα Arm πλεονεκτεῖ BEK: πλέον ἔχει ceteri
<lb/>5 ἐν δ’ ἀγρίοις BEK: ἀγρίοις δὲ (om. ἐν) ceteri
<lb/>6 δὲ BEK αἰετοῦ Κ
<lb/>7 εὐτυχὴς] εὔστοχος coai. Mang. οὗτος Α νοθέστατον ΕF1 
<lb/>8 ὀσφρήσεις] αἰσθήσεις BE ἀκριβέστατος BEK
<lb/>9 μακροῖς Κ πτώμασιν] σώμασιν coni. Mang. εὐκόπως Ε, εὐκόλως ΒΚ προϊδόμενον E: προειδόμενον Κ, εἰ ex ϊ corr. B, προειδόμενον ceteri
<lb/>10 μυκτήραις Α θηρευτικοῖς BEK Arm: κυνηγετικοῖς καὶ θηρευτικοῖς ceteri
<lb/>11 γε μὴν] γέμειν Α, γε om. Κ ἄνοσα] ἀν’ ὅσα Α, om. Arm πλεῖστά τε F τῶν om. F ζώων om. BEK (fort. recte)
<lb/>12 ἔνια] ἔνθα F 12.
<lb/>13 δοκεῖ νικᾶν] δοκεῖν κἂν Α, δοκεῖν ἱν BE
<lb/>13 καὶ ὑπερβάλλειν BEK: om. ceteri
<lb/>14 καὶ ξόανα om. Arm 
<lb/>15 ἐν om. A τέχνη om. CFG
<lb/>16 ὁμοῦ post βάρβαροι transp. Κ ante πρὸς add. καὶ Κ πρός κόσμον] προκοσμήματα coni. Mang. τῶν] τὸν Κ 
<lb/>17 ἀνατίθενται BEK
<lb/>18 post ἀγαθὸν add. πίστις ΗΡ τὸν θεὸν MAHP 
<lb/>19 φορᾶ Α κακοδαιμόνων Ρ
<lb/>20 γνῶσις εὐσεβείας BEKM: εὐσεβείας γνῶσις HP, γνῶσις om. CFGA Arm κλῆρος: desinit E κλῆρος εὐδαιμονίας BKMA: κλῆρος, εὐδαιμ·ονία CFG Arm, εὐδαιμονίας κλῆρος HP ψυχῆς οm. HP 20.
<lb/>21 ἐπερηρεισμένη CG
<lb/>21 καὶ ἐφιδρυμένης ΒΚ: om. ceteri τῶν F</note>  

<pb n="v.4.p.59"/>
βουλομένῳ δὲ τὰ ἄριστα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="269"><p>καθάπερ γὰρ οἱ μὲν δι’ ὀλισθηρᾶς ὁδοῦ βαδίζοντες ὑποσκελίζονται καὶ πίπτουσιν, οἱ δὲ διὰ ξηρᾶς καὶ λεωφόρου
ἀπταίστῳ χρῶνται πορείᾳ, οὕτως οἱ διὰ τῶν σωματικῶν μὲν καὶ τῶν
ἐκτὸς τὴν ψυχὴν ἄγοντες οὐδὲν ἀλλ’ ἢ πίπτειν αὐτὴν ἐθίζουσιν —
<lb n="5"/> ὀλισθηρὰ γὰρ ταῦτά γε καὶ πάντων ἀβεβαιότατα —, οἱ δὲ διὰ τῶν
κατὰ τὰς ἀρετὰς θεωρημάτων ἐπὶ θεὸν σπεύδοντες ἀσφαλῆ καὶ ἀκράδαντον
ὁδὸν εὐθύνουσιν, ὡς ἀψευδέστατα φάναι, ὅτι ὁ μὲν ἐκείνοις
πεπιστευκὼς ἀπιστεῖ θεῷ,<sic>θεῷ.</sic> ὁ δ’ ἀπιστῶν ἐκείνοις πεπίστευκε θεῷ.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="270"><p>ἀλλ’ οὐ μόνον τὴν πρὸς τὸ ὂν πίστιν αὐτῷ μαρτυροῦσιν οἱ χρησμοί, <lb n="10"/> τὴν βασιλίδα τῶν ἀρετῶν, ἀλλὰ καὶ πρῶτον αὐτὸν ἀπεφήναντο „πρεσβύτερον“
(Gen. 24, 1), τῶν πρὸ αὐτοῦ τριπλάσια καὶ πολλαπλάσια ἔτη
βιωσάντων, ὧν οὐδένα παρειλήφαμεν ἀξιωθέντα ταύτης τῆς προσρήσεως.
</p></div></div></body></text></TEI>