εἶτ’ οὐ στέγοντες ἐν ἑαυτοῖς τὰ τῆς ἀρετῆς αὐτοῦ μεγέθη καὶ κάλλη — πάντα γὰρ ἦν ἐξαίρετα — προσελθόντες ἐξεφώνησαν „βασιλεὺς παρὰ θεοῦ εἶ σὺ ἐν ἡμῖν“ (Gen. 23, 6), ἀληθέστατα λέγοντες· αἱ μὲν γὰρ ἄλλαι βασιλεῖαι πρὸς ἀνθρώπων καθίστανται, πολέμοις καὶ στρατείαις καὶ κακοῖς ἀμυθήτοις, ἅπερ ἀντεπιφέρουσιν ἀλληλοκτονοῦντες οἱ δυναστειῶν ἐφιέμενοι, πεζὰς καὶ ἱππικὰς καὶ ναυτικὰς δυνάμεις ἐπιτειχίζοντες· τὴν δὲ τοῦ σοφοῦ βασιλείαν ὀρέγει θεός, ἣν παραλαβὼν ὁ σπουδαῖος οὐδενὶ μὲν αἴτιος γίνεται κακοῦ, πᾶσι δὲ τοῖς ὑπηκόοις ἀγαθῶν κτήσεως ὁμοῦ καὶ χρήσεως, εἰρήνην καὶ εὐνομίαν καταγγέλλων.