<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="242"><p>οἷς ἅπασιν ἐφεδρεύων ὁ ἀστεῖος, ἐπειδὴ κατεῖδε τὰ σύμμαχα καὶ φίλα πρὸ μικροῦ νοσοῦντα καὶ
πόλεμον ἀντ’ εἰρήνης ταῖς ἐννέα βασιλείαις γενόμενον, πρὸς τὰς πέντε
τῶν τεττάρων περὶ κράτους ἀρχῆς ἁμιλλωμένων, ἐξαπιναίως καιροφυλακήσας
ἐπιτίθεται, φιλοτιμούμενος δημοκρατίαν, τὴν ἀρίστην τῶν πολιτειῶν,
<lb n="20"/> ἀντὶ τυραννίδων καὶ δυναστειῶν ἐν τῇ ψυχῇ καταστήσασθαι καὶ τὸ
ἔννομον καὶ τὸ δίκαιον ἀντὶ παρανομίας καὶ ἀδικίας, αἳ τέως ἐπεκράτουν.
</p></div></div></body></text></TEI>