<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="241"><p>φυσικώτατα δὲ ἐκεῖνο εἴρηται, ὅτι τῶν πέντε βασιλέων δύο μὲν εἰς φρέατα ἐμπίπτουσι, τρεῖς δὲ πρὸς φυγὴν
ὥρμησαν (Gen. 14, 10)· ἁφὴ μὲν γὰρ καὶ γεῦσις ἄχρι τῶν τοῦ σώματος
βαθυτάτων ἀφικνοῦνται σπλάγχνοις παραπέμπουσαι τὰ οἰκεῖα πρὸς
διοίκησιν, ὀφθαλμοὶ δὲ καὶ ὦτα καὶ ὄσφρησις ἔξω τὰ πολλὰ βαίνουσαι
<lb n="15"/> ἀποδιδράσκουσι τὴν δουλείαν τοῦ σώματος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="242"><p>οἷς ἅπασιν ἐφεδρεύων ὁ ἀστεῖος, ἐπειδὴ κατεῖδε τὰ σύμμαχα καὶ φίλα πρὸ μικροῦ νοσοῦντα καὶ
πόλεμον ἀντ’ εἰρήνης ταῖς ἐννέα βασιλείαις γενόμενον, πρὸς τὰς πέντε
τῶν τεττάρων περὶ κράτους ἀρχῆς ἁμιλλωμένων, ἐξαπιναίως καιροφυλακήσας
ἐπιτίθεται, φιλοτιμούμενος δημοκρατίαν, τὴν ἀρίστην τῶν πολιτειῶν,
<lb n="20"/> ἀντὶ τυραννίδων καὶ δυναστειῶν ἐν τῇ ψυχῇ καταστήσασθαι καὶ τὸ
ἔννομον καὶ τὸ δίκαιον ἀντὶ παρανομίας καὶ ἀδικίας, αἳ τέως ἐπεκράτουν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="243"><p>ἔστι δ’ οὐ πλάσμα μύθου τὸ λεχθέν, ἀλλὰ πρᾶγμα τῶν ἀψευδεστάτων ἐν ἡμῖν αὐτοῖς θεωρούμενον· πολλάκις μὲν γὰρ ὁμόνοιαν τὴν πρὸς τὰ
<note xml:lang="mul" type="footnote"><lb/>2 πόροι FG
<lb/>3 συντελοῦνται H1P; ἴσα τελῶνται coni. Mang.
<lb/>4 ἀφίκηται BE γέρας H1P
<lb/>6 δὲ BEK: δέ τε HP2 (Mang.), τε ceteri
<lb/>7 ἀμβλυωτέρα MAG ἕκαστα ἀκριβοῦν BEK: ἀκριβοῦν ἕκαστα ceteri 7.
<lb/>8 καὶ δικάζειν om. Arm 
<lb/>8 δικάζειν BEKP mg. H: εἰκάζειν ceteri μηδ’ ἴσα] μηδ’ εἰς ἃ CG, μηδεὶς ἁ F τῷ πλήθει] αὐτῶ πλήθη Α; τῷ πάθει vel τοῖς πάθεσι coni. Mang. ὑποτελεῖν] ὑπετίθετο CFGA 8.
<lb/>9 συνεξασθενήσασαι BE Arm, συνεξασθενήσασα Κ
<lb/>9 κλιθεῖσα K, κλεισθεῖσαι CFGA αὑτῶν H: αὐτῶν ceteri ὑπὸ BE Arm: καὶ ὑπὸ ceteri 
<lb/>10 ἀνατρέπονται ῥαδίως transp. C, ῥᾳδίως om. Arm φυσικώταται BE (sed ι eras. Β) τῶν—τρεῖς (11) om. BE
<lb/>11 φρέατα KHP: τὰ φρέατα ceteri δὲ] δὴ BE
<lb/>13 παρεμπεσοῦσαι CFG
<lb/>14 βαίνουσιν HP, μένουσαι F 
<lb/>15 post ἀποδιδράσκουσι add. δὲ HP
<lb/>16 τὸν σύμμαχον καὶ φίλον P νοσοῦντα] οὐχ ὁμονοοῦντα coni. Mang.
<lb/>17 ἀντ’ ΒΕΚ: ἀντὶ ceteri
<lb/>18 τεσσάρων ΒΕΚ 
<lb/>19 φιλοτιμούμενος om. F τὴν—δυναστειῶν (20) ora. BE
<lb/>20 ἐν τῆ ψυχῇ post φιλοτιμούμενος (19) transp. Κ καταστήσασθαι post πολιτειῶν (19) transp. Κ 
<lb/>21 εὔνομον BE καὶ pr. om. G τὸ om. ΒΚ αἲ τέως ἐπεκράτουν] ὡς ἐπικρατοῦν FG, ἐπικρατοῦν C
<lb/>22 πραγμάτων ἀψευδέστατον BE Arm 
<lb/>23 τὴν om. CA</note>  

<pb n="v.4.p.54"/>
πάθη διατηροῦσιν αἱ αἰσθήσεις χορηγοῦσαι τὰ αἰσθητὰ αὐτοῖς, πολλάκις
δὲ καὶ στασιάζουσι μηκέτ’ ἀξιοῦσαι τὰ ἴσα τελεῖν ἢ μὴ δυνάμεναι διὰ
τὸ παρεῖναι τὸν σωφρονιστὴν λόγον· ὃς ἐπειδὰν ἀναλάβῃ τὴν αὑτοῦ
παντευχίαν, τὰς ἀρετὰς καὶ τὰ τούτων δόγματα καὶ θεωρήματα, δύναμιν
ἀνανταγώνιστον, ἐρρωμενέστατα κρατεῖ· φθαρτὰ γὰρ ἀφθάρτῳ συνοικεῖν <lb n="5"/>
 οὐ θέμις.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="244"><p>αἱ μὲν οὖν ἐννέα δυναστεῖαι τεττάρων παθῶν καὶ πέντε
αἰσθήσεων φθαρταί τε καὶ φθορᾶς αἴτιαι, ὁ δ’ ὁρμητηρίῳ χρώμενος
ταῖς ἀρεταῖς λόγος ἱερὸς καὶ θεῖος ὄντως, ἐν ἀριθμῷ ταττόμενος δεκάδι
τῇ παντελείᾳ, πρὸς ἅμιλλαν ἐλθών, ἐρρωμενεστέρᾳ δυνάμει τῇ κατὰ θεὸν
χρώμενος ἀνὰ κράτος νικᾷ τὰς εἰρημένας δυναστείας.</p><lb n="10"/></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="245"><p><milestone unit="altref" n="42"/><milestone unit="altpage1" n="p. 36 M."/>  Χρόνῳ δ’ ὕστερον αὐτῷ τελευτᾷ ἡ γυνὴ θυμηρεστάτη καὶ
τὰ πάντα ἀρίστη, μυρία δείγματα τῆς φιλανδρίας ἐνεγκαμένη, τὴν σὺν
αὐτῷ τῶν συγγενῶν ἀπόλειψιν, τὴν ἐκ τῆς οἰκείας ἀνενδοίαστον μετάστασιν,
τὰς ἐπὶ τῆς ἀλλοδαπῆς συνεχεῖς καὶ ἐπαλλήλους πλάνας, τὰς
 κατὰ λιμὸν ἐνδείας, τὰς ἐν πολέμοις συστρατείας.</p></div></div></body></text></TEI>