<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="226"><p>τὴν
<note xml:lang="mul" type="footnote"><lb/>1 προστάται δὲ καὶ ἐπιμεληταὶ om. BEK (fort. recte)
<lb/>3 ἀγαπῶντες FH 
<lb/>5 ἀλλὰ—νόθων om. F
<lb/>6 γοῦν BEK αὐτοῖς om. BE ἡ διαμάχη] ἰδία μάχη Α μὴ διεγνωκόσι Η2 (Turn.) τὰ αὐτῶν H2 τὰ αὑτῶν Turn.) 6.
<lb/>7 ἀλλ’ ἀπᾴδουσι] ἀλλὰ σπουδάζουσι CFGA
<lb/>7 διαφθειρομένοις F1 ἀεὶ] αὐτοῖς BE περὶ] διὰ CFG
<lb/>8 τοῦτο δ’ ἐστὶν om. FG τοῦτο—κρίσις] ὃ κρίσις ἐστὶν C ἡ om. F
<lb/>9 σύστασιν HP
<lb/>11 post λόγους add. ἐταράττετο CFGA δ’ BEK
<lb/>12 ῥώμῃ] γνώμη BEK καθαίρειν MAFG ἃς 
<lb/>13 ὕλης Κ
<lb/>14 αὐτὴ codd. διαζεύγνυσι BEK: διαζευγνύει ceteri 1.0 φασίν Α σε] τε G
<lb/>16 ἐραστῆ ΒΕΗ2 Arm: ἐραστὴν Κ, ἐραστὴν F2, ἐραστὴς F1G, ἐρᾶς τῆς CMAH1P δὴ] δὲ F1G μετοικησάμενος P
<lb/>18 ὑπολαμβάνης C ταῦτ᾿—δεξιά (19) om. F ταῦτα HP οἴετ’ C, οἴεται om. in lac. Α, ἐκεῖνος ὀίεται transp. P
<lb/>19 σκιά BEK: ἀριστερά ceteri ἐκείνων Α
<lb/>20 αὐτῶ Η2 (Turn.), ἑαυτῶ BE ὁ om. F
<lb/>21 ante πολεμικὸς add. ἐνταῦθα ἦν BE, οὗπερ ἐχρῆν Arm ἕνεκεν BE
<lb/>22 ἢν Mang: ὢν HP, om. ceteri</note>  

<pb n="v.4.p.50"/>
πρὸς ἀνατολὰς μοῖραν τῆς οἰκουμένης τέτταρες μεγάλοι βασιλεῖς εἰλήχεσαν,
οἷς ὑπήκουεν ἔθνη τὰ ἑῷα, τά τε ἐκτὸς καὶ ἐντὸς Εὐφράτου. τὰ
μὲν οὖν ἄλλα διέμενεν ἀστασίαστα πειθαρχοῦντα τοῖς τῶν βασιλέων ἐπιτάγμασι
καὶ τοὺς ἐτησίους δασμοὺς ἀπροφασίστως εἰσφέροντα· μόνη
δὲ ἡ Σοδομιτῶν χώρα, πρὶν καταφλεχθῆναι, παραλύειν ἤρξατο τὴν <lb n="5"/>
 εἰρήνην ἀπόστασιν ἐκ πολλοῦ διανοουμένη.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="227"><p>πάνυ γὰρ οὔσης εὐδαίμονος
πέντε βασιλεῖς ἐπεκράτουν τάς τε πόλεις καὶ τὴν γῆν δασάμενοι πολλὴν
μὲν οὐκ οὖσαν, εὔσταχυν δὲ καὶ εὔδενδρον καὶ καρπῶν περίπλεων· ὃ
γὰρ ταῖς ἄλλαις τὸ μέγεθος, τοῦθ’ ἡ ἀρετὴ Σοδόμοις παρέσχεν, ὅθεν καὶ
 πλείους ἐραστὰς ἔσχεν ἡγεμόνας τὸ κάλλος αὐτῆς καταπλαγέντας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="228"><p>οὗτοι <lb n="10"/>
τὸν ἄλλον χρόνον τοὺς ἐπιταχθέντας φόρους ἀπεδίδοσαν τοῖς ἐκλογεῦσι
τῶν χρημάτων, τοὺς δυνατωτέρους ὧν ἦσαν ὕπαρχοι τιμῶντες ἅμα καὶ
δεδιότες· ἐπεὶ δὲ ἐκορέσθησαν ἀγαθῶν καί, ὅπερ φιλεῖ, κόρος ὕβριν
ἐγέννησε, πλέον τῆς δυνάμεως φρονήσαντες ἀπαυχενίζουσι τὸ πρῶτον, εἶθ’
οἷα κακοὶ δοῦλοι δεσπόταις τοῖς ἑαυτῶν ἐπιτίθενται στάσει πιστεύσαντες <lb n="15"/>
 ἢ ῥώμῃ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="229"><p>οἱ δὲ τῆς ἑαυτῶν εὐγενείας ὑπομνησθέντες καὶ φραξάμενοι
δυνατωτέρᾳ χειρὶ μάλα καταφρονητικῶς ᾔεσαν ὡς αὐτοβοεὶ περιεσόμενοι
καὶ συμπλακέντες τοὺς μὲν εὐθὺς εἰς φυγὴν ἀνεσκέδασαν, τοὺς δὲ ἐπιστροφάδην
κτείνοντες ἡβηδὸν διαφθείρουσιν, αἰχμαλώτων δὲ πολὺν ὄχλον
ἀγαγόντες μετὰ τῆς ἄλλης λείας διενέμοντο· προσαπάγουσι μέντοι καὶ <lb n="20"/>
τοῦ σοφοῦ τὸν ἀδελφιδοῦν εἰς μίαν τῆς πενταπόλεως οὐκ ἐκ πολλοῦ μετῳκηκότα.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="230"><p><milestone unit="altref" n="40"/> τοῦτο μηνυθὲν ὑπό τινος τῶν ἐκ τῆς τροπῆς
διασωθέντων χαλεπῶς αὐτὸν ἠνίασε καὶ οὐκέτ’ ἠρέμει διὰ τοῦτο
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀνατολὰς CABE: ἀνατολαῖς ceteri τέσσαρες BEK
<lb/>2 τὰ ἑῷα BEK: τά τε ἑῷα ceteri τ’ Κ ἐντὸς καὶ ἐκτὸς traasp. FGH
<lb/>4 ἐκφέροντα F 
<lb/>5 δ’ BEK παραλύειν] παρέλκειν CFG
<lb/>8 ἔνδενδρον HP καὶ καρπῶν CFBEK Arm: καὶ om. ceteri περίπλεων C2EK: περίπλεω ceteri
<lb/>9 παρέσχεν BEK: παρεῖχεν ceteri
<lb/>10 ἔσχεν ΒΕΚ: εἶχεν ceteri ἔσχεν ἐραστὰς transp. Κ 
<lb/>11 τῶν ἄλλων χρόνων ABE
<lb/>12 ὕπαρχοι τιμῶντες] ὑπερτιμῶντες BE 
<lb/>13 δ’ BEK
<lb/>14 ἐγέννησαν CFG πλέον BEK: πλείω ceteri
<lb/>15 τοῖς om. CFG, τοῖς ἑαυτῶν om. Arm
<lb/>16 οἱ δὲ] οἱ δ’ ἐναντίοι BEK αὐτῶν CFGMA
<lb/>17 ἐπῄεσαν Arm αὐτοβοΐ E
<lb/>18 εἰς σφαγὴν P ἐσκέδασαν F δ’ BEK
<lb/>19 κτείνοντες BEK: κτείναντες ceteri κἰχμαλώτων BEK: αἰχμάλωτον ceteri
<lb/>20 ἀγαγόντες BEK: ἀναγαγόντες ceteri; ἀπαγαγόντες coni. Mang. διανέμονται F, δι’ ἧς ἐνέμοντο BE προσάγουσι BE
<lb/>21 τὸν ἀδελφιδοῦν τοῦ σοφοῦ transp. BEK τῆς πόλεως F
<lb/>22 τῶν om. Arm τῆς om. CFG ῥοπῆς Α
<lb/>23 διασωθέντος CGMA Arm, διασωθέντος Η οὐκέτι HP οὐκ ἐνηρέμει CG, οὐκ ἠρέμει F διὰ τοῦτο om. Arm 23. 51,1 συγκεχυμένως Α</note> <note xml:lang="lat" type="footnote"><lb/>1 sqq. Gen. cap. 14</note>  

<pb n="v.4.p.51"/>
συγκεχυμένος καὶ ζῶντα πενθῶν τὸ ἀργαλεώτερον ἢ εἰ τεθνεῶτα ἐπύθετο·
τέλος μὲν γάρ, ὡς αὐτό που δηλοῖ τοὔνομα, τῶν κατὰ τὸν βίον ἁπάντων
καὶ μάλιστα κακῶν ᾔδει τὴν τελευτήν, μυρία δὲ τῶν ἀβουλήτων ἐφεδρεύοντα
τοῖς ζῶσι.</p></div></div></body></text></TEI>