καὶ θαυμαστὸν οὐδέν, εἰ πρὸς τοὺς ἀλλοτρίους τοιοῦτος ἦν, οἳ βαρυτέρᾳ καὶ δυνατωτέρᾳ χειρὶ συμφωνήσαντες ἠμύναντο ἂν ἄρχοντα χειρῶν ἀδίκων, ὁπότε καὶ πρὸς 2 καταδύσασα F1 ὃν Α γεννητοῦ ΚΑΗΡ 3 σφετερίζηται Η2: σφετερίζειαι ceteri αὐτοῖς C φασὶ Α 4 μηδὲν] μὴ Arm εὐλαβηθεὶς Α 5 τῶν ἀνθρώπων τὸ γένος BEK: τὸ ἀνθρώπων γένος ceteri ὠδίναις G 5. G ἄχεσιν ἀκράτοις coni Mang. 6 ἐμφύρεσθαι coni. Mang. 7 καὶ γαληνιάσαι ποτὲ BKK: ποτὲ καὶ γαληνιάσαι transp. ceteri τὴν alt.] εἷς CFG 8 πλείονα HP γηθεῖν conicio 10 εἰ om. G 11 ἄλλων om. P ἄφθονα G, ἀφθονία om. in lac. C λεγέσθω F 12 βεβαιότητα F αὐτῆς] αὐτοῦ Κ 13 τῶν αὐτῶν (ῶ ex ὁ corr.) Α; τὸ αὐτὸ coni. Mang. (sic Arm) ἑκάτερα P 15 μακρὰν Η1 δυοῖν KHP δ’ CFGMA 16 πολύχρυσος καὶ πολυάργυρος transp. HP 17 ἔχων ἀγέλας BEK Arm: ἀγέλας ἔχων ceteri 19 ὑπ’ οὐδενὸς CKH2: ὐπ’ om. ceteri 20 τῶν om. BEFG 23 βαρυτέρῳ] πρᾳοτέρῳ coni. Mang. πρᾳότητι τὰ βαρύτερα Arm) πάντ’ C 4 ἀποβεβλημένος C, ἀποπροβεβλημένος H1P προ eras. H2), προαποβεβλημένος προαποβεβλημένος BEK εἰ] ἢ Α 25 οἱ] ἢ Α 26 ἀνάρχοντα MA τοὺς γένει μὲν οἰκείους, γνώμῃ δ’ ἠλλοτριωμένους, ἐρήμους καὶ μόνους καὶ πολλῷ καταδεέστερα κεκτημένους ἐμετρίαζεν, ἐλαττούμενος ἑκὼν ἐν οἷς πλεονεκτεῖν ἐδύνατο. ἦν γὰρ ἀδελφιδοῦς αὐτῷ, τῆς πατρίδος ὅτε μετανίστατο, συνεξεληλυθώς, ἀβέβαιος, ὑπαμφίβολος, ἀντιρρέπων ὧδε κἀκεῖσε, τοτὲ μὲν προσσαίνων φιλικοῖς ἀσπάσμασι, τοτὲ δὲ ἀφηνιάζων καὶ ἀπαυχενίζων διὰ τὴν τῶν τρόπων ἀνωμαλίαν. ὅθεν καὶ τὸ οἰκετικὸν αὐτῷ δύσερι καὶ ταραχῶδες ἦν σωφρονιστὴν οὐκ ἔχον καὶ μάλιστα τὸ ποιμενικὸν μακρὰν τοῦ δεσπότου διεζευγμένον· ἀπελευθεριάζοντες γοῦν ὑπ’ αὐθαδείας ἀεὶ διεφέροντο τοῖς προεστηκόσι τῶν θρεμμάτων τοῦ σοφοῦ τὰ πολλὰ εἴκουσι διὰ τὴν τοῦ δεσπότου πραϋπάθειαν· ὑφ’ οὗ πρὸς ἀπόνοιαν ἐπιδόντες καὶ θράσος ἀναίσχυντον ὤργων, μηνιῶντες ἤδη καὶ τὸ ἀκατάλλακτον ἐν αὑτοῖς ζωπυροῦντες, ἕως ἀπηνάγκασαν τοὺς ἀδικουμένους εἰς ἄμυναν ὁρμῆσαι. μάχης δὲ ἐμβριθεστάτης γενομένης, ἀκούσας ὁ ἀστεῖος τὴν ἀντεφόρμησιν, εἰδὼς ἐπικυδεστέραν οὖσαν τὴν αὑτοῦ μερίδα πλήθει τε καὶ δυνάμει, τὴν διαφορὰν οὐκ εἴασεν ἄχρι νίκης ἐλθεῖν, ὑπὲρ τοῦ μὴ ἀνιᾶσαι τὸν ἀδελφιδοῦν ἐφ’ ἥττῃ τῶν ἰδίων, ἀλλ’ ἐν μεθορίῳ στὰς συμβατηρίοις λόγοις τοὺς διαφερομένους κατήλλαξεν, οὐ πρὸς τὸ παρὸν μόνον ἀλλὰ καὶ τὸν μέλλοντα χρόνον. εἰδὼς γὰρ ὅτι συνοικοῦντες μὲν καὶ ἐν ταὐτῷ διαιτώμενοι γνωσιμαχοῦντες φιλονεικήσουσι στάσεις ἀεὶ καὶ πολέμους κατ’ ἀλλήλων ἐγείροντες, ἵνα μὴ τοῦτο γένοιτο, συμφέρον ὑπέλαβεν εἶναι παραιτήσασθαι τὸ ὁμοδίαιτον καὶ τὴν οἴκησιν διαζεῦξαι· καὶ μεταπεμψάμενος τὸν ἀδελφιδοῦν αἵρεσιν αὐτῷ δίδωσι τῆς ἀμείνονος χώρας, ἄσμενος ὁμολογῶν ἣν ἂν ἐπιλέξηται μερίδα λήψεσθαι· κερδανεῖν γὰρ κέρδος μέγιστον, τὴν 1 ἀλλοτριουμένους ΒΕ post ἐρήμους add. δὲ HP(v) 2 πολλῶν KP ἐκμετριάζειν FG 2. 3 ἐν οἷς] ἐνίοις οἷς F, ἐνίοις εἰς G 3 ἠδύνατο Ε ὅτε BEK Arm: ὁπότε ceteri 4 ἀντιρέπων ΜG ὧδε BEK: τῆδε ceteri 5 τοτέ BEK: καὶ τοτὲ ceteii προσαίνων BEK, προσηνῶν A, πρός τινων FG, προσπίπτων C 6 ἀνομαλίαν CFG (Mang.) αὐτοῦ BE 7 φροντιστὴν CFG 8 ante μακρὰν add. καὶ C ὑπὸ BE 10 εἴκουσι] οἰκοῦσι Α πραότητα BEK (foit. lecte) ἀφ’ οὗ conicio ἐπιδιδόντες CFG(v) 11 ὤργουν G μηνιόντες G 11. 12 αὐτοῖς codd. 12 ἐπηνάγκασαν couicio lo δ’ BEK ἐμβριθεστάτης BEK: ἐμβριθεστέρας ceteri 14 ἐπικυδεστέραν οὖσαν BKK Arm: om. et eorum loco post δυνάμει add. ὑπερέχουσαν ceteri (v) αὑτοῦ H: αὐτοῦ ceteri 15 διαφορὰν] φθορὰν G μὴ om. Α 16 ἰδίων] δούλων Arm ἀλλ’ ὡς Arm συμβατηρίοις λόγοις BEK Arm: λόγοις συμβατηρίοις ceteri 17. 18 τὸν χρόνον τὸν μέλλοντα H 18 διαιτῶνται F 20 ἵν᾿ οὑν C γένηται ΒΚ 21 οἴκησιν] συνοίκησιν Arm; οἰκείωσιν coni. Mang. 22 χώρας] χαρᾶς P 23 τὴν ΒΕΚ: om. ceteri 3 sqq. Gen. 13511 εἰρήνην.