<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="21"><p>τὰ γὰρ ἑτέρων εἴτε ἀγαθὰ εἴτ’ αὖ κακὰ γλίχεται μανθάνειν, ὡς
αὐτίκα τοῖς μὲν φθονεῖν, ἐφ’ οἷς δὲ ἥδεσθαι· βάσκανον γὰρ καὶ μισόκαλον καὶ φιλοπόνηρον ὁ φαῦλος φύσει.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="22"><p><milestone unit="altref" n="4"/> ὁ δ’ ἀστεῖος ἔμπαλιν ἀπράγμονος <lb n="5"/>
ζηλωτὴς βίου γεγονὼς ὑποχωρεῖ καὶ μόνωσιν ἀγαπᾷ, λανθάνειν
τοὺς πολλοὺς ἀξιῶν, οὐ διὰ μισανθρωπίαν — φιλάνθρωπος γάρ, εἰ καί
τις ἄλλος —, ἀλλὰ διὰ τὸ προβεβλῆσθαι κακίαν, ἣν ὁ πολὺς ὄχλος
ἀσπάζεται, χαίρων μὲν ἐφ’ οἷς στένειν ἄξιον, λυπούμενος δὲ ἐφ’ οἷς γεγηθέναι
 καλόν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="23"><p>ὧν ἕνεκα συγκλεισάμενος οἴκοι τὰ πολλὰ καταμένει μόλις <lb n="10"/>
τὰς κλισιάδας ὑπερβαίνων ἢ διὰ τοὺς ἐπιφοιτῶντας συνεχέστερον
ἔξω πόλεως προελθὼν ἐν μοναγρίᾳ ποιεῖται τὰς διατριβὰς ἥδιον συμβιωταῖς
χρώμενος τοῖς ἅπαντος τοῦ γένους ἀνθρώπων ἀρίστοις, ὧν τὰ
μὲν σώματα διέλυσεν ὁ χρόνος, τὰς δ’ ἀρετὰς αἱ ἀπολειφθεῖσαι γραφαὶ
ζωπυροῦσι διά τε ποιημάτων καὶ τῶν καταλογάδην συγγραμμάτων, οἷς <lb n="15"/>
 ἡ ψυχὴ πέφυκε βελτιοῦσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="24"><p>διὰ τοῦτο εἶπεν ὅτι ὁ μετατεθεὶς „οὐχ
εὑρίσκετο“ δυσεύρετος καὶ δυσθήρατος ὤν. μεθορμίζεται οὖν εἰς παιδείαν
ἐξ ἀμαθίας καὶ ἐξ ἀφροσύνης εἰς φρόνησιν ἔκ τε δειλίας εἰς <milestone unit="altpage1" n="p. 5 M."/>  ἀνδρείαν
καὶ ἐξ ἀσεβείας εἰς εὐσέβειαν, καὶ πάλιν ἐκ μὲν φιληδονίας εἰς ἐγκράτειαν,
ἐκ δὲ φιλοδοξίας εἰς ἀτυφίαν· ὧν τίς ἢ πλοῦτος ἐπάξιος ἢ βασιλείας καὶ <lb n="20"/>
 δυναστείας κτῆσις ὠφελιμωτέρα;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="25"><p>εἰ γὰρ χρὴ τἀληθὲς εἰπεῖν, ὁ μὴ
τυφλὸς ἀλλ’ ὀξὺ βλέπων πλοῦτος ἡ τῶν ἀρετῶν ἐστι περιουσία, ἣν εὐθὺς
γνήσιον καὶ εὔνομον παρὰ τὰς νόθους καὶ ψευδωνύμους ἀρχὰς ὑποληπτέον
 ἡγεμονίαν ἐνδίκως ἅπαντα πρυτανεύουσαν.</p></div></div></body></text></TEI>