ἐκ πολυπαιδίας μὲν οὖν ἕνα προέσθαι θεῷ καθάπερ ἀπαρχήν τινα τέκνων παράδοξον οὐδέν, ἔχοντα τὰς ἐπὶ τοῖς ζῶσιν ἡδονὰς 1 ἀνδρῶν ἀρετὰς transp. ΒΚ σινέσθωσαν om. in lac. C, συνέσθωσαν Κ, γινέσθωσαν G 2 εὐφημία BEK Arm: εὐφημίαις CFGMA, εὐφημεῖν HP 5 νομιζόμενον BEK Arm: νομίζομεν ὃν (1, νομίζομεν ὃ ceteri ἐπετήδευσεν Α ὡς om. Arm πώποτε τῶν BEK Arm: τῶν πώποτε ceteri 6 ἀλογῆσαι BEK Arm: ἀμελῆσαι ceteri ἄνευ δυσκολίας καὶ ἀηδίας BE Arm: κἀν δυσκλείας καὶ ἀηδίας Κ, κὰν ἀηδίας καὶ δυσκλείας ceteri (v) κἄν] καὶ FHP τε om. HP 7 ἦ scripsi: εἴη codd. παρὸ Κ, παρ’ ὃ BE: ὅθεν ceteri, om. Arm τῷ χρησθέντι Η 8 στερρότατ᾿ ἀνήνεγκεν FG ἔπειτα HP, ἐπεί τοι C, ἐπὶ τοῦ FG 9 παρὰ ἐνίοις KHP, σπανίοις BE ἀνθρωποκτονεῖν P τὴν συνέχειαν CFG τἀς] τῆς C 11 πράγματος BEK Arm: παραδείγματος ceteri 12 ἐπεσκεύαστο CFG φύσιν CFG 12. 13 γὰρ—μάχεσθαι om. in lac. C 12 γὰρ] ἀρ’ FG ὡς om. BE 13 ἔργον om. F πεποιημένος] κεκτημένος Arm 14 εὐθὺς] ἴσως coni. Mang. 15 σωφροσύνας Β, σώφρο(??)νας E ὅσαι] ἇί BE 16 δ’ ἔτι Α τὸ] τῶ BE 17 γεγενηκέναι MF, γεγενημέναι Α πίδα] υἱόν Κ ἐπιμεμήνασι corr. ex ἐπιμείνασι C, ἐπιμείνασι ΑG 18 τοκεῖς BEK: τοκῆες ceteri (v) 18. 19 μὴ καθ’ ἑτέρους CAG, μὴ καὶ (in ras.) ἑτέρους F 19 ἐλπίσειν CM. ἐλπίσιν AF ἔσεσθαι] εἰσαῦθις coni. Mang. ἐνταῦθα ἱσταμένης BEK: ἐν τούτω πεπαυμένης ceteri 19. 20 ἐπὶ τελευταίου καὶ ὑστάτου ὅρου conicio 20 ἕνα προέσθαι] ἐναποθέσθαι CFG 21 τοῖς ζῶσιν om. M οὐ μικρὰ παραμύθια καὶ μειλίγματα τῆς ἐπὶ τῷ σφαγιασθέντι λύπης· ὃν δὲ μόνον τις ἔσχεν ἀγαπητὸν διδοὺς λόγου παντὸς μεῖζον ἔργον διαπράττεται, μηδὲν οἰκειότητι χαριζόμενος, ἀλλ’ ὅλῃ τῇ ῥοπῇ πρὸς τὸ θεοφιλὲς ταλαντεύων. ἐκεῖνο μὲν δὴ ἐξαίρετον καὶ μόνῳ σχεδόν τι τούτῳ πεπραγμένον· οἱ μὲν γὰρ ἄλλοι, κἂν ὑπὲρ σωτηρίας πατρίδων ἢ στρατευμάτων ἐπιδιδῶσι σφαγιασθησομένους τοὺς ἑαυτῶν, ἢ οἴκοι καταμένουσιν ἢ μακρὰν ἀφίστανται τῶν βωμῶν ἤ, κἂν παρατυγχάνωσι, τὰς ὄψεις ἀποστρέφονται θεάσασθαι μὴ ὑπομένοντες, ἄλλων ἀναιρούντων· ὁ δ’ ὥσπερ ἱερεὺς αὐτὸς κατήρχετο τῆς ἱερουργίας, ἐφ’ υἱῷ τὰ πάντα ἀρίστῳ φιλοστοργότατος πατήρ· ἐμέλισε δ’ ἂν ἴσως καὶ νόμῳ τῶν ὁλοκαυτωμάτων (cf. Lev. 1, 6 al.) κατὰ μέλη τὸν υἱὸν ἱερουργῶν. οὕτως οὐ τὸ μέν τι μέρος ἀπέκλινε πρὸς τὸν παῖδα, τὸ δέ τι πρὸς εὐσέβειαν, ἀλλ’ ὅλην τὴν ψυχὴν δι’ ὅλων ὁσιότητι προσεκλήρωσεν ὀλίγα φροντίσας συγγενικοῦ αἵματος. τί δὴ τῶν εἰρημένων πρὸς ἑτέρους κοινόν; τί δ’ οὐκ ἐξαίρετον καὶ παντὸς λόγου κρεῖττον; ὡς τόν γε μὴ φύσει βάσκανον καὶ φιλοπόνηρον καταπλαγῆναι καὶ θαυμάσαι τῆς περιττῆς ἄγαν εὐσεβείας, οὐχ ἅπαντα ὅσα εἶπον ἀθρόα εἰς νοῦν βαλλόμενον, ἀλλὰ κἂν ἕν τι τῶν πάντων· ἱκανὴ γὰρ καὶ ἡ ἑνὸς φαντασία τύπῳ τινὶ βραχεῖ — βραχὺ δ’ οὐδὲν ἔργον σοφοῦ — μέγεθος ψυχῆς καὶ ὕψος ἐμφῆναι. Ἀλλὰ γὰρ οὐκ ἐπὶ τῆς ῥητῆς καὶ φανερᾶς ἀποδόσεως ἵσταται τὰ λεχθέντα, φύσιν δὲ τοῖς πολλοῖς ἀδηλοτέραν ἔοικε παρεμφαίνειν, ἣν οἱ τὰ νοητὰ πρὸ τῶν αἰσθητῶν ἀποδεχόμενοι καὶ ὁρᾶν δυνάμενοι γνωρίζουσιν.