<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="191"><p> δοκῇ μάρτυρας ἐπαγόμενος ὧν εὐσέβει; <milestone unit="altref" n="35"/> στόμασιν οὖν
ἀχαλίνοις καὶ κακηγόροις θύρας ἐπιθέντες μετριαζέτωσαν τὸν ἐν αὑτοῖς
<note xml:lang="mul" type="footnote"><lb/>1 εἰς τὸ παρὸν Α εἰς om. AHP (Turn. Mang.) καὶ δυσκαρτέρητα om. Arm 
<lb/>4 ἐξευμαρίζον Mang: ἐξευμαριζόντων codd. ἐξευμενιζόντων Κ), ἐξευμαρίζεσθαι Arm; <add>καὶ</add> τὰς ὑπ’. τῶν φοβ. ἐξευμαρίζειν conicio
<lb/>5 δέος Α ὁ] οὐ Κ ἀκουσίοις Κ 
<lb/>7 ἀπ’ ἀνθρώπων] ἀπ’ om. ΒΕΚΑ, ἁπάντων H (Turn. Mang.) S μᾶλλον om. Α 
<lb/>9 θανάτου MK (forf. recte) καὶ om. KL(v)
<lb/>10 σωτηρίας τῶν τέκνων BEKA: τῆς τέκνων σωτηρίας M, τῆς τῶν τέκνων σωτηρίας HP ἐρεύνησον ΑΒΕ εἰ om. Α
<lb/>13 ἔθνος] ἔθος Η1Ρ
<lb/>14 ἐπεβίωσε ΒΚΑ, ἐβεβίωσε E: ἐβίωσε ceteri ὡς] ἐν Κ δρωμένων] ὁρωμένων coni. Mang.; cf. 28,16 1.5 κεκρατῆσθαι] κεχρῆσθαι coni. Mang. (sic Arm) 15.
<lb/>16 οὐδὲ οὐδὲ—ἀνθρώπων] οἱ δὲ φόβω τῶ ἀπ’ ἀνθρώπων. οὖτος δὲ οὔτε φόβω τῶ ἀπ’ ἀνθρώπων C
<lb/>16 ἦν om. FG οὐδὲ γὰρ] οὔτε GFG αὐτῶν G μόνως λόγιον HP, ὁμολόγιον Fd
<lb/>17 ἤδη F1 κοινὴ κατείληφεν BEK: κατεῖχε κοινή ceteri ἣν FG
<lb/>18 τοῦ BEK Arm: om. ceteri ἔπαινον BEK: τὸν παρὰ add. ceteri
<lb/>19 ἐπὶ τὴν πρᾶξιν ὥρμησε BEK Arm: ὥρμησεν ἐπὶ τὴν πρᾶξιν transp. ceteri ἐν ἐρημία BEK Arm: ἐπ’ ἐρημία ceteri
<lb/>20 ἐπευφημίσειν F1H δυοῖν CBKHP
<lb/>21 ἀπολειφθέντων BEK Arm: ὑπολειφθέντων ceteri καὶ ἐνεπιδείκνυσθαι om. BEK ἐπιδείκνυσθαι F 
<lb/>22 εὐσέβει BEK: εὐσεβεῖ ceteri
<lb/>23 ἀχαλίνοις] καὶ χαλινοῖς G; καὶ ἀχαλίνοις Mang. ἐν BEK: ἐπ’ ceteri αὐτοῖς codd.</note>  

<pb n="v.4.p.43"/>
μισόκαλον φθόνον καὶ ἀρετὰς ἀνδρῶν εὖ βεβιωκότων μὴ σινέσθωσαν,
ἃς ἁρμόττον ἦν εὐφημίᾳ συνεπικοσμεῖν. ὅτι δὲ τῷ ὄντι ἐπαινετὴ καὶ
ἀξιέραστος ἡ πρᾶξις, ἐκ πολλῶν εὐμαρὲς ἰδεῖν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="192"><p>πρῶτον μὲν τοίνυν τὸ πείθεσθαι θεῷ παρὰ πᾶσι τοῖς εὖ φρονοῦσι σεμνὸν καὶ περιμάχητον
<lb n="5"/> εἶναι νομιζόμενον ἐν τοῖς μάλιστα ἐπετήδευεν, ὡς μηδενὸς πώποτε τῶν
προστεταγμένων ἀλογῆσαι, ἄνευ δυσκολίας καὶ ἀηδίας, κἂν πόνων τε
καὶ ἀλγηδόνων μεστὸν ᾖ· παρὸ καὶ τὸ χρησθὲν ἐπὶ τῷ υἱῷ γενναιότατα
καὶ στερρότατα ἤνεγκεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="193"><p>ἔπειτ’ οὐκ ὄντος ἔθους ἐν τῇ χώρᾳ, καθάπερ ἴσως παρ’ ἐνίοις ἐστίν, ἀνθρωποθυτεῖν, ὃ τῇ συνεχείᾳ τὰς τῶν δεινῶν
<lb n="10"/> φαντασίας εἴωθεν ἐκλύειν, αὐτὸς ἔμελλε πρῶτος ἄρχεσθαι καινοτάτου
καὶ παρηλλαγμένου πράγματος, ὅ μοι δοκεῖ μηδεὶς ἂν ὑπομεῖναι, καὶ
εἰ σιδήρου τὴν ψυχὴν ἢ ἀδάμαντος κατεσκεύαστο· „φύσει“ γὰρ ὡς
εἶπέ τις „ἔργον μάχεσθαι.“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="194"><p>γνήσιόν τε υἱὸν πεποιημένος μόνον τοῦτον εὐθὺς εἶχε καὶ τὸ πάθος ἐπ’ αὐτῷ τῆς εὐνοίας γνήσιον, ὑπερβάλλον
<lb n="15"/> τοὺς σώφρονας ἔρωτας καὶ τὰς φιλίας, ὅσαι δι’ ὀνόματος γεγόνασι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="195"><p>προσῆν δέ τι καὶ βιαστικώτατον φίλτρον, τὸ μὴ καθ’ ἡλικίαν ἀλλ’ ἐν γήρᾳ γεγεννηκέναι τὸν παῖδα· τοῖς γὰρ ὀψιγόνοις ἐπιμεμήνασί πως οἱ
τοκεῖς, ἢ τῷ μακρὸν ἐπιποθῆσαι χρόνον τὴν γένεσιν αὐτῶν ἢ τῷ μηκέθ’
ἑτέρους ἐλπίζειν ἔσεσθαι, τῆς φύσεως ἐνταῦθα ἱσταμένης ὡς ἐπὶ τελευταῖον
<lb n="20"/> καὶ ὕστατον ὅρον.</p></div></div></body></text></TEI>