τῶν δ’ ἕνεκα δέους ἐπιδιδόντων ἔπαινος οὐδείς· ὁ γὰρ ἔπαινος ἐν ἑκουσίοις κατορθώμασι γράφεται, τὰ δ’ ἀβούλητα ἑτέροις ἀνάκειται πράγμασιν, ἢ καιροῖς ἢ τύχαις ἢ ταῖς ἀπ’ ἀνθρώπων ἀνάγκαις. εἰ δέ τις δόξης ὀρεγόμενος υἱὸν ἢ θυγατέρα προΐεται, ψέγοιτ’ ἂν ἐνδίκως μᾶλλον ἢ ἐπαινοῖτο, θανάτῳ τῶν φιλτάτων ὠνούμενος τιμήν, ἣν καὶ κεκτημένος ὤφειλεν ὑπὲρ σωτηρίας τῶν τέκνων ἀπορρίπτειν. ἐρευνητέον οὖν, εἰ ὑπό τινος τῶν λεχθέντων ἡττηθεὶς ἐκεῖνος ἔμελλε σφαγιάζειν τὸν υἱόν, ἔθους ἢ τιμῆς ἢ δέους. ἔθος μὲν οὖν τὸ ἐπὶ παιδοκτονίᾳ Βαβυλὼν καὶ Μεσοποταμία καὶ τὸ Χαλδαίων ἔθνος οὐ παραδέχεται, ἐν οἷς ἐτράφη καὶ ἐπεβίωσε τὸν πλείονα χρόνον, ὡς τῇ συνεχείᾳ τῶν δρωμένων ἀμβλυτέραις ταῖς τῶν δεινῶν φαντασίαις κεκρατῆσθαι δοκεῖν. καὶ μὴν οὐδὲ φόβος τις ἦν ἀπ’ ἀνθρώπων — οὐδὲ γὰρ τὸ χρησθὲν αὐτῷ μόνῳ λόγιον ᾔδει τις —, οὐδέ τις συμφορὰ κοινὴ κατείληφεν, ἧς ἔδει τὴν θεραπείαν ἀναιρέσει γενέσθαι τοῦ δοκιμωτάτου παιδός. ἀλλὰ θηρώμενος ἔπαινον τῶν πολλῶν ἐπὶ τὴν πρᾶξιν ὥρμησε; καὶ τίς ἔπαινος ἐν ἐρημίᾳ, μηδενὸς τοῦ μέλλοντος ἐπευφημήσειν παρόντος, ἀλλὰ καὶ τῶν δυεῖν οἰκετῶν μακρὰν ἐπίτηδες ἀπολειφθέντων, ἵνα μὴ ἐγκαλλωπίζεσθαι καὶ ἐνεπιδείκνυσθαι