διὸ καὶ παγκάλως „μικράν“ τε καὶ „οὐ μικρὰν“ (cf. Gen. 19, 20) τὴν πόλιν ταύτην οἱ χρησμοὶ διασυνιστᾶσιν αἰνιττόμενοι τὴν ὅρασιν· μικρὰ μὲν γὰρ λέγεται εἶναι, διότι βραχὺ μέρος τῶν ἐν ἡμῖν ἐστι, μεγάλη δέ, διότι μεγάλων ἐφίεται τὸν σύμπαντα οὐρανὸν καὶ κόσμον γλιχομένη καταθεάσασθαι. Περὶ μὲν οὖν τῆς ἐπιφανείσης ὄψεως καὶ τῶν ἀοιδίμων καὶ παγκάλων ξενίων, ἐν οἷς δοκῶν ἑστιᾶν ὁ ξενοδόχος εἱστιᾶτο, καθ’ ὅσον ἐφικτὸν ἦν, ἀκριβοῦσιν ἡμῖν τὰ περὶ τὸν τόπον δεδήλωται. μεγίστην δὲ πρᾶξιν ἀξίαν ἀκοῆς οὐχ ἡσυχαστέον· ὀλίγου γὰρ δέω φάναι πάσας ὅσαι θεοφιλεῖς ὑπερβάλλει. λεκτέον δὲ τὰ καίρια περὶ αὐτῆς. υἱὸς ἐκ τῆς γαμετῆς γίνεται τῷ σοφῷ γνήσιος, ἀγαπητὸς καὶ μόνος, τό τε σῶμα κάλλιστος καὶ τὴν ψυχὴν ἄριστος· ἤδη γὰρ τελειοτέρας τῆς ἡλικίας ἐξέφαινεν ἀρετάς, ὡς τὸν πατέρα μὴ πάθει μόνον εὐνοίας φυσικῆς ἀλλὰ καὶ γνώμῃ καθάπερ ἠθῶν δικαστὴν ἰσχυρᾷ τινι κεχρῆσθαι φιλοστοργίᾳ. διακειμένῳ δ’ οὕτως ἐξαπιναίως θεσπίζεται λόγιον οὔποτ’ ἐλπισθέν, 1 σαρκὶ] σαρκικαὶ BEK τῖς Κ, τῆς F πάθεσιν] φίλοις BEK ἐδουλώθησαν G 2 δ’ BEK ἀναβλέψαι Arm (fort. recte) ἑτέρας om. HP 4 τῶν] τὰ coni. Wendl. 5 πέντε] ἑπτὰ Turn., om. Arm ἁρμόττον ἣν om. HP1, add. mg. P2 6 διαμένειν εἰ in ras.) Β, διαμένων E εἰλεῖται ΕΜFH 7 μόνον] μόνως Η2 (Turn.) 8 post χαίρουσα add. τούτοις καὶ BEK τούτων θέα transp. Κ διὸ καὶ BEK Arm: καὶ om. ceteri 9 διασυνιστῶσιν HP, διανιστᾶσιν BE, παριστῶσιν Κ 10 μικράν μὲν λέγεσθαι (om. γὰρ) BEK 11 μεγάλην ΒΕΚ διότι] ὅτι ΗΡ(ν), om. BEK post μεγάλων add. γὰρ BEK 12 καταθεάσασθαι BEK: θεάσασθαι ceteri 13 οὖν CBEK: om. ceteri 14 ἑστιᾶν] ἐστιν F εἱστιᾶτο KHP: ἑστιᾶτο ceteri καθόσον codd. 15 ἡμῖν om. BE 16 γὰρ om. CFG Arm δέω φάναι om. BE 19. 20 ἐξέφενεν Η1, ἐξέφανεν Α 20 τἀς ἀρετὰς Κ ὡς] ὧν BE παθεῖν G, ποθεῖν BE, πόθον παθεῖν Αrm μὴ post ποθεῖν transp. BE ἐξ εὐνοίας BE Arm στοργια 21 γνώμῃ Mang.: γνώμης codd. φιλοσοφία C, φιλοσοφία BEK 22 δια κειμένων CA οὔποτ’ BEK: οὔποτε ceteri 17 sqq. Gen. cap. 22 σφαγιάσαι τὸν υἱὸν ἐπί τινος ὑψηλοτάτου κολωνοῦ πορρωτάτω πόλεως ἀποστάντα τριῶν ὁδὸν ἡμερῶν. ὁ δὲ καίτοι ἀλέκτῳ πόθῳ τοῦ παιδὸς ἐκκρεμάμενος οὔτε τὴν χρόαν μετέβαλεν οὔτε τὴν ψυχὴν ἐγνάμφθη, γνώμῃ δ’ ἀνενδότῳ καὶ ἀρρεπεῖ διέμεινεν ἀκλινής, οἷος καὶ πρόσθεν ἦν· ἔρωτι δὲ θείῳ δεδαμασμένος ἀνὰ κράτος ἐνίκα πάντα ὅσα συγγενείας ὀνόματα καὶ φίλτρα καὶ μηδενὶ τῶν ἔνδον ἐξειπὼν τὸ λόγιον, ἐκ πολυανθρώπου θεραπείας οἰκετῶν δύο μόνους τοὺς πρεσβυτάτους καὶ μάλιστα φιλοδεσπότους παραλαβών, ὡς ἕνεκά τινος ἱερουργίας τῶν ἐν ἔθει τέταρτος ἐξῄει σὺν τῷ παιδί.