ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν. ἄνθρωποι μὲν ἐπειδὰν αἴσθωνται κατὰ πρόφασιν ἑταιρείας προσιόντας αὐτοῖς τινας ἐπὶ θήρᾳ πλεονεξιῶν, ὑποβλέπονταί τε καὶ ἀποστρέφονται τὴν προσποίητον κολακείαν καὶ τιθασείαν αὐτῶν δεδιότες ὡς σφόδρα ἐπιζήμιον· ὁ δὲ θεὸς ἅτε βλάβην οὐκ ἐπιδεχόμενος ἅπαντας τοὺς καθ’ ἡντινοῦν ἰδέαν προαιρουμένους τιμᾶν αὐτὸν ἄσμενος προσκαλεῖται, μηδένα σκορακίζειν ἀξιῶν τὸ παράπαν, ἀλλὰ μόνον οὐκ ἄντικρυς τοῖς ἀκοὰς ἔχουσιν ἐν τῇ ψυχῇ θεσπίζει τάδε· „τὰ μὲν πρῶτα τῶν ἄθλων κείσεται τοῖς ἐμὲ θεραπεύουσι δι’ ἐμὲ αὐτόν, τὰ δὲ δεύτερα τοῖς δι’ ἑαυτούς, ἢ τυχεῖν ἀγαθῶν ἐλπίζουσιν ἢ τιμωριῶν ἀπαλλαγὴν εὑρήσεσθαι προσδοκῶσι· καὶ γὰρ εἰ ἔμμισθος ἡ τῶνδε θεραπεία καὶ μὴ ἀδέκαστος, ἀλλ’ οὐδὲν ἧττον ἐντὸς εἱλεῖται θείων περιβόλων καὶ οὐκ ἔξω πλάζεται. τὰ δὲ ἆθλα τοῖς μὲν ἐμὲ τιμῶσι δι’ ἐμὲ κείσεται φίλια, τοῖς δὲ διὰ τὰς χρείας φίλια μὲν οὔ, τὸ δὲ μὴ ἀλλοτρίοις νομίζεσθαι· δέχομαι γὰρ καὶ τὸν τῆς εὐεργέτιδός μου δυνάμεως βουλόμενον μεταλαχεῖν εἰς μετουσίαν ἀγαθῶν καὶ τὸν φόβῳ τὴν ἡγεμονικὴν καὶ δεσποτικὴν ἱλασκόμενον ἐξουσίαν εἰς ἀποτροπὴν κολάσεως· οὐ γὰρ ἀγνοῶ, διότι πρὸς τῷ χείρους μὴ γίγνεσθαι καὶ βελτίους ἔσονται τῷ συνεχεῖ τῆς θεραπείας εἱλικρινῆ καὶ καθαρὰν εὐσέβειαν ἀσκήσαντες. εἰ γὰρ καὶ 1 τὸν ΒΕΚΗ2 Arm: τῶν ceteri κατ’ αὐτὸν CFMAP ὄνια om. FG 4 δὲ alt. om. Η1Ρ 5 ἑταιρίας CFG 6 προσιέντας BE 6. 7 ὑποστρέφονται F 7 προσποιητὴν MA τιθασίαν ΑΒΕ, τιθασσείαν ΚF, ἀτιθασείαν G ὡς om. BE 8 ἐνδεχόμενος BE 9 ἡντιναοῦν ΒΕΚΑG ἰδέαν] αἰτίαν coni. Mang. 9. 10 προσκαλεῖται C Arm: προκαλεῖται ceteri 10 μονονοὺ Α, μονονοὺ καὶ Κ 11 τοῖς] τὰς BE θεσπίζει ἐν τῆ ψυχὴ transp. BEK τάδε om. Arm 12 ἐμαυτόν BE δὲ om. BE 13 ἑαυτοὺς BEK: αὑτοὺς Η2, αὐτοῦ C, αὐτοὺς ceteri ἢ τυχεῖν BEK Arm: ἡ om. ceteri ἀγαθῶν om. BE 13. 14 εὑρήσεσθαι BEK: εὑρέσθαι CFG, εὕρασθαι MA, εὑρεῖν HP 14 εἰ ἔμμισθος] ἔσται μισθὸς CFGA ἡ] ᾖ Mang. τῶνδε] τούτων BEK 14. 15 καὶ μὴ ἀδέκαστος BEK Arm: καὶ μηδὲν ἀδέκαστον MAHP, κἄν μηδὲν ἀδέκαστον C, καὶ μηδένα δ’ ἕκαστον FG 16 δ’ BEK μὲν BEK: om. ceteri 16. 17 φιλία (bis) CFABEK 17 οὔ] οὐδαμοῦ Κ τὸ] τῶ BE ἀλλοτρίοις ἀλλοτριοῖς C) codd.: ἀλλοτρίους v 18 βουλόμενος Α μετασχεῖν CFG 19 φόβον Α 20 διότι] ὅτι CFG (fort. recte) 21 τῳ] τὸ ABEF μὴ] μου P γίνεσθαι AP, γενέσθαι BEK 22 ἀσκήσαντες] κτησάμενοι Arm εἰ γὰρ καὶ] καὶ γὰρ Α μάλιστα οἱ τρόποι διαφέρουσιν, ἀφ’ ὧν ποιοῦνται τὰς πρὸς τὴν ἀρέσκειαν ὁρμάς, οὐκ αἰτιατέον, ὅτι σκοπὸς εἷς καὶ τέλος ἕν ἐστιν αὐτοῖς, τὸ θεραπεύειν ἐμέ.“