<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="11"><p>εὖ μέντοι καὶ τὴν βίβλον γενέσεως
τοῦ πρὸς ἀλήθειαν ἀνθρώπου προσεῖπεν, οὐκ ἀπὸ σκοποῦ, διότι γραφῆς
καὶ μνήμης ἄξιος ὁ εὔελπις, οὐ τῆς ἐν χαρτιδίοις ὑπὸ σητῶν διαφθαρησομένοις,
ἀλλὰ τῆς ἐν ἀθανάτῳ τῇ φύσει, παρ’ ᾗ τὰς σπουδαίας
 πράξεις ἀναγράπτους εἶναι συμβέβηκεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="12"><p>εἰ μέντοι καταριθμήσειέ τις <lb n="5"/>
ἀπὸ τοῦ πρώτου καὶ γηγενοῦς, τὸν ὑπὸ μὲν Χαλδαίων Ἐνὼς Ἑλλάδι
 δὲ διαλέκτῳ προσαγορευόμενον „ἄνθρωπον“ εὑρήσει τέταρτον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="13"><p>ἐν ἀριθμοῖς
δὲ ἡ τετρὰς τετίμηται παρά τε τοῖς ἄλλοις φιλοσόφοις, ὅσοι τὰς
ἀσωμάτους οὐσίας καὶ νοητὰς ἠσπάσαντο, καὶ μάλιστα παρὰ Μωυσεῖ τῷ
πανσόφῳ, ὃς σεμνύνων τὸν τέταρτον ἀριθμόν φησιν, ὅτι "ἅγιός ἐστι <lb n="10"/>
καὶ αἰνετός“ (Lev. 19, 24)· δι’ ἃς δ’ αἰτίας ἐλέχθη, διὰ τῆς προτέρας
 συντάξεως εἴρηται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="14"><p>ἅγιος δὲ καὶ ἐπαινετὸς ὁ εὔελπις, ὡς τοὐναντίον
ἄναγνος καὶ ψεκτὸς ὁ δύσελπις, φόβῳ πρὸς ἅπαντα συμβούλῳ κακῷ
χρώμενος· οὐδὲν γὰρ οὕτως ἐχθρὸν ἄλλο ἄλλῳ φασίν, ὡς ἐλπίδα φόβῳ
καὶ φόβον ἐλπίδι· καὶ μήποτ’ εἰκότως· προσδοκία μὲν γὰρ ἑκάτερον, <lb n="15"/>
ἀλλ’ ἡ μὲν ἀγαθῶν, ἡ δ’ ἔμπαλιν κακῶν, ἀκατάλλακτοι δ’ αἱ φύσεις
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="15"><p> τούτων καὶ ἀσύμβατοι. <milestone unit="altref" n="3"/> τοσαῦτα μὲν ἀπόχρη περὶ ἐλπίδος εἰπεῖν,
ἣν ἐπὶ θύραις οἷα πυλωρὸν ἡ φύσις ἱδρύσατο βασιλίδων τῶν ἔνδον
 ἀρετῶν, αἷς οὐκ ἔστιν ἐντυχεῖν μὴ ταύτην προθεραπεύσαντας.</p></div></div></body></text></TEI>