κακίαν μὲν γὰρ ἡττᾶσθαι οὐκ αἰσχρόν, ᾗ συγγενὲς ἀδοξία, ἀρετὴν δὲ ὄνειδος, ᾗ πάντων οἰκειότατον εὔκλεια, δι’ ἣν πέφυκε νικᾶν ἢ διατηρεῖν αὑτὴν ἀήττητον. Τὸ μὲν οὖν Αἰγυπτίων ἄξενον καὶ ἀκόλαστον εἴρηται. τοῦ δὲ τοιαῦτα πεπονθότος ἄξιον θαυμάσαι τὴν φιλανθρωπίαν, ὃς μεσημβρίας θεασάμενος τρεῖς ὡς ἄνδρας ὁδοιποροῦντας — οἱ δὲ θειοτέρας ὄντες φύσεως ἐλελήθεσαν — προσδραμὼν ἱκέτευε λιπαρῶς μὴ παρελθεῖν αὑτοῦ τὴν σκηνήν, ἀλλ’ ὡς πρέπον εἰσεληλυθότας ξενίων μετασχεῖν· οἱ δ’ οὐκ ἐκ τῶν λεγομένων μᾶλλον ἢ τῆς διανοίας εἰδότες ἀληθεύοντα μηδὲν ἐνδοιάσαντες ἐπινεύουσι. πληρωθεὶς δὲ τὴν ψυχὴν χαρᾶς πάντ’ ἐσπούδαζεν εἰς τὸ ἀνυπέρθετον τῆς ὑποδοχῆς καὶ τῇ μὲν γυναικί φησι „σπεῦσον καὶ τρία μέτρα ποίησον ἐγκρυφιῶν,“ αὐτὸς δὲ εἰς τὰ βουκόλια συντείνας, ἁπαλὸν καὶ εὔσαρκον ἀγαγὼν μόσχον, οἰκέτῃ παραδίδωσιν. ὁ δὲ καταθύσας σκευάζει τάχιστα· βραδὺς γὰρ οὐδεὶς πρὸς φιλανθρωπίαν ἐν οἴκῳ σοφοῦ, ἀλλὰ καὶ γυναῖκες καὶ ἄνδρες καὶ δοῦλοι καὶ ἐλεύθεροι προθυμότατοι πρὸς τὰς τῶν ξενιζομένων ὑπηρεσίας. ἑστιαθέντες δ’ οὐ τοῖς εὐτρεπισθεῖσι μᾶλλον ἢ τῇ τοῦ ξενοδόχου γνώμῃ καὶ πολλῇ τινι καὶ ἀπεράντῳ φιλοτιμίᾳ παρέχουσιν ἆθλον ἐλπίδος μεῖζον αὐτῷ, υἱοῦ γνησίου γένεσιν εἰς νέωτα βεβαιωθησομένην ὑποσχόμενοι δι’ ἑνὸς τοῦ τῶν τριῶν ἀρίστου — λέγειν 1 ἶνα BEK ἰσχύει ΑΚ συνίστηται MFG, συνίσταται GA εἰ alt.] ἡ Α δὲ BE 2 χρῶντο Α μηδὲν P 3 θαρρήσει F, θαρσήσῃ K, θαρσῆσαι BE κακίαν ΒΚ: κακία ceteri (κακίᾳ v) ἦ] ἡ Α 4 ἀρετὴν BEK: ἀρετὴ ceteri (v) δ’ BEK ᾖ] ἢ Α εὔκλειαν Α πέφυκε νικᾶν BEK: πέφυκεν ἡ νικᾶν ceteri 5 αὐτὴν F: αὑτὴν αὐτὴν P, αὐτὴν αὑτὴν Η1, αὐτὴ αὑτὴν Η2(ν), αὐτὴν ceteri 7 θαυμάσασθαι L (Turn.) ante μεσημβρίας add. τῶ καιρῶ Α μεσημβρίαν BE S ὄντας E 9 ἐλελήθεσαν BEK: ἐλελήθεισαν CFGMP, ἐληλύθεισαν ΑΗ προσλαβὼν BE αὐτοῦ codd. (v) 10 εἰσεληλυθότας BEK: εἰσελθόντας ceteri οἲ BM 11 εἰδότες] ἰδόντες BE 12 πάντες C ἐσπούδαζεν BEK: ἔσπευδεν celeri 13 ὑπο δοχῆς BEK: ἀποδοχῆς ceteri 14 ἐγκρυφίων codd. (v) δ’ BEK 17 καὶ δοῦλοι καὶ ἐλεύθεροι BEKArtn: καὶ ἐλεύθεροι καὶ δοῦλοι transp. ceteri 18 δ’ om. Α οὐ τοῖς] οὕτως C 19 καὶ πολλῇ—φιλοτιμίᾳ om. Arm καὶ alt. om. Κ 20 ἐλπίδος om. BE υἱοῦ τοῦ γνησίου H(v) ἐς Κ 21 τὸ βεβαιωθησόμενον BE, βεβαιωθησομένην om. Arm. ὑποσχομένου (om. δι’) Arm τοῦ et ἀρίστου om. Arm τοῦ τῶν] τούτων Α 7 sqq. Gen. 18,1 sqq. 16 Origenes Homil. in Genes. IV 1 (t. VIII p. 163 Lomm.) „Puer, inquit, festinavit facere eum." ipse currit, uxor festinat, puer accelerat: nullus piger est in domo sapientis. γὰρ ἐν ταὐτῷ πάντας ἀθρόους ἦν ἀφιλόσοφον, ἑνὶ δὲ λέγοντι τοὺς ἄλλους συνεπινεύειν ἐμπρεπές—.