<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="101"><p>κατὰ μὲν γὰρ τὸν τῶν σωμάτων σπείρει μὲν  τὸ ἄρρεν, γονὴν δ’ ὑποδέχεται τὸ θῆλυ, κατὰ δὲ τὴν  <milestone unit="altpage2" n="p. 16 M."/> ἐν ψυχαῖς σύνοδον
<lb n="21"/> ἔμπαλιν ἡ μὲν ἀρετὴ τάξιν γυναικὸς ἔχειν δοκοῦσα σπείρειν πέφυκε βουλὰς
ἀγαθὰς καὶ λόγους σπουδαίους καὶ βιωφελεστάτων εἰσηγήσεις δογμάτων,
ὁ δὲ λογισμὸς εἰς τὴν ἀνδρὸς χώραν τάττεσθαι νομισθεὶς τὰς ἱεροπρεπεῖς
καὶ θείας ὑποδέχεται σποράς· ἢ μήποτε τὸ λεχθὲν ἔψευσται δι’ ἀπάτην
<note xml:lang="mul" type="footnote"><lb/>1 μεθ’ ἡμέρας A καὶ νύκτωρ om. Α νύκτας C παραπέλαυσε ΒΚMΑ, παραπέλευσε Ε: παραπήλαυσε ceteri
<lb/>2 καὶ σύμπας ΒΕΚ: καὶ om. ceteri συμπάσας C ὁ οἶκος αὐτῶ BEKArm: αὐτῶ ὁ οἶκος ceteri; αὐτοῦ coni. Μang. προνομία F
<lb/>3 αἰνεῖν GFG οὐχὶ BE
<lb/>4 ἀγνία M
<lb/>5 διασώζεται ΒΕΚ Arm: διεσώζετο ceteri δ’ BEK καὶ εὐσέβειαν ὁ θεὸς ΒΕΚ Arm: ὁ θεὸς καὶ εὐσέβειαν transp. ceteri
<lb/>6 ἐπιδείξασθαι BEK: ἐπιδείκνυσθαι ceteri ἀνύβριστον] ἀκίνδυνον F
<lb/>7 οὕπω ΒΕΚ: οὐδέπω ceteri διαφθαρῆναι τὸν γάμον ΒΕΚ Arm: τὸν γάμον διαφθαρῆναι transp. ceteri γάμον #x003E; coni. Wendl. coll. 21,23 ὃς om. Turn. ὀλίγων BEK Arm: om. ceteri
<lb/>9 παντὸς ΒΕΚ: ἅπαντος ceteri τὴν ἱερωσύνην P
<lb/>11 post καὶ add. ἀπὸ P
<lb/>12 τόπον] τύπον H2L (Turn.) συμβουλικῶς E
<lb/>16 εἶναι καὶ ἡγεμονικώτερον om. CFG ὃν] ὧν A
<lb/>17 ἡδονὴ A ἔλαβεν Arm ὃν] ὧν Α
<lb/>18 ἐναντιότατοι EKF δ’ BEK
<lb/>20 γονὴν δ’ ὑποδέχεται BEK Arm: γονήν, ὑποδέχεται δὲ ceteri
<lb/>21 ἔχειν γυναικὸς transp. HP συμβουλὰς ΒΚ
<lb/>22 καὶ λόγους σπουδαίους om. Arm 
<lb/>23 ἀνδρῶν Κ
<lb/>24 καὶ θείας om. Arm ἢ] ἡ BP</note>  

<pb n="v.4.p.24"/>
ὀνομάτων, ἐπειδήπερ ὁ μὲν νοῦς ἄρρενος ἡ δ’ ἀρετὴ θήλεος μετέχει
 χαρακτῆρος ἐν φωναῖς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="102"><p>εἰ δέ τις τὰς ἐπισκιαζούσας κλήσεις ἀπαμφιάσας
γυμνὰ τὰ πράγματα βουληθείη καθαρῶς ἰδεῖν, εἴσεται διότι ἄρρεν μέν ἐστιν
ἡ ἀρετὴ φύσει, παρόσον κινεῖ καὶ διατίθησι καὶ καλὰς ἐννοίας καλῶν πράξεων
καὶ λόγων ὑπηχεῖ, θῆλυ δὲ ὁ λογισμὸς κινούμενος καὶ παιδευόμενος <lb n="5"/>
καὶ ὠφελούμενος καὶ συνόλως ἐν τῷ πάσχειν ἐξεταζόμενος, καὶ τὸ πάθος
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="103"><p> αὐτῷ τοῦτο μόνον ἐστὶ σωτήριον. <milestone unit="altref" n="21"/> ἅπαντες μὲν οὖν καὶ οἱ φαυλότατοι
τῷ λόγῳ τιμῶσι καὶ θαυμάζουσιν ἀρετὴν ὅσα τῷ δοκεῖν, χρῶνται
δ’ αὐτῆς τοῖς παραγγέλμασιν οἱ ἀστεῖοι μόνοι. διὸ καὶ ὁ τῆς Αἰγύπτου
βασιλεύς, ὅπερ ἐστὶ συμβολικῶς νοῦς φιλοσώματος, καθυποκρινόμενος <lb n="10"/>
ὡς ἐν θεάτρῳ προσποίητον ἐπιμορφάζει κοινωνίαν, πρὸς ἐγκράτειαν ὁ
ἀκρατὴς καὶ πρὸς σωφροσύνην ὁ ἀκόλαστος καὶ πρὸς δικαιοσύνην ὁ ἄδικος,
καὶ καλεῖ τὴν ἀρετὴν ὡς ἑαυτὸν τῆς παρὰ τοῖς πολλοῖς εὐφημίας γλιχόμενος.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="104"><p>ὅπερ κατιδὼν ὁ ἔφορος — μόνῳ γὰρ ἔξεστι θεῷ ψυχὴν ἰδεῖν
— ἐμίσησε καὶ προὐβάλετο καὶ βασάνοις ἤλεγξεν ἀργαλεωτάταις ἦθος <lb n="15"/>
κατεψευσμένον. αἱ δὲ βάσανοι διὰ τίνων ὀργάνων; ἢ πάντως διὰ τῶν
τῆς ἀρετῆς μερῶν, ἅπερ ἐπεισιόντα χαλεπῶς αἰκίζεται καὶ τιτρώσκει;
βάσανος μὲν γάρ ἐστιν ἀπληστίας ὀλιγοδεΐα, βάσανος δὲ λαγνείας ἐγκράτεια·
στρεβλοῦται δὲ καὶ ὁ φιλόδοξος ἀτυφίας εὐημερούσης καὶ ὁ
 ἄδικος δικαιοσύνης ἐπαινουμένης.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg020.1st1K-grc1" subtype="section" n="105"><p>μίαν γὰρ ἀμήχανον ψυχὴν κατοικεῖν <lb n="20"/>
δύο τὰς ἐχθρὰς φύσεις, κακίαν καὶ ἀρετήν· οὗ χάριν, ἐπειδὰν συνενεχθῶσιν,
ἀσύμβατοι καὶ ἀκατάλλακτοι στάσεις καὶ πόλεμοι συγκροτοῦνται,
καίτοι τῆς ἀρετῆς εἰρηνικωτάτην φύσιν ἐχούσης, ᾗ φασιν ἐπιμελὲς εἶναι,
ὅταν εἰς χειρῶν ἅμιλλαν ἰέναι μέλλῃ, τῆς ἰδίας δυνάμεως ἀποπειρᾶσθαι
<note xml:lang="mul" type="footnote"><lb/>1 ἐπειδήπερ BEK: ἐπείπερ ceteri
<lb/>2 τι F ἐπισκευαζούσας CG ἀπαμφιάσας Η: ἀναπαμφιάσας Α, ἀπαμφιέσας ε corr. ex α) E, ἀπαμφιέσας BKP, ἐναπαμφιέσας CFGM 
<lb/>3 διότι] ὅτι vel δὴ ὅτι conicio 4.
<lb/>5 καὶ καλὰς—ὑπηχεῖ om. Arm
<lb/>5 ὑφηχεῖ Ε, ὑφηγεῖται (γεῖται in ras.) Β δὲ ΒΕΚ: δ’ ccteri καὶ παιδευόμενος om. 
<lb/>7 αὐτῶ τοῦτο μόνον ἐστὶ BEK, τοῦτο αὐτῷ μόνον ἐστὶ Arm: ἐστὶν post πάθος (6) transp. ceteri
<lb/>9 αὐτῆς] αὐτοῖς ’P πράγμασιν Κ
<lb/>10 συμβουλικῶς E νοῦς φιλοσώματος BEK Arm: ὁ νοῦς ὁ φιλοσώματος ceteri ·καθυποκρινάμενος C II ἐπιμορφάζειν Κ
<lb/>12 ἀκροατὴς ’P’
<lb/>13 καὶ om. Κ
<lb/>14 θεῶ BEK: τῶ θεῶ ceteri
<lb/>15 ἐμίσησε BEK: ἐμίσησέ τε ceteri ἀπεβάλετο ΒΕ, ἀπεβάλλετο Κ
<lb/>16 διά τινων ΜΑ ἢ codd.: ἦ v
<lb/>17 ἐπεξιόντα coni. Mang. τιτρώσκει ΒΕΚ Arm: πικρῶς ceteri
<lb/>18 ὀλιγοδέεια BEMP, ὀλιγόδειαν v 
<lb/>19 δὲ om. ΒΕ
<lb/>20 μίαν . . . ψυχὴν ABE Arm: μιᾷ . . . ψυχὴ ceteri 
<lb/>21 φύσει CFG 21.
<lb/>22 συναχθῶσιν Κ
<lb/>23 ᾖ] ἡ Α
<lb/>24 ὅταν ΒΕΚ: ἐπὰν ceteri χειρῶν Κ (Mang.): χεῖρον BE, χείρονα ceteri ἄμιλλα BE τὰς ἰδίας δυνάμεις ΒΕ</note>  

<pb n="v.4.p.25"/>
πρότερον, ἵν’, εἰ μὲν ἰσχύοι καταγωνίσασθαι, συνιστῆται, εἰ δ’ ἀσθενεστέρᾳ
χρῷτο τῇ δυνάμει, μηδὲ συγκαταβῆναι τὴν ἀρχὴν εἰς τὸν ἀγῶνα
θαρρήσῃ·</p></div></div></body></text></TEI>