II p. 1 M. Τῶν ἱερῶν νόμων ἐν πέντε βίβλοις ἀναγραφέντων ἡ πρώτη καλεῖται καὶ ἐπιγράφεται Γένεσις ἀπὸ τῆς τοῦ κόσμου γενέσεως, ἣν ἐν ἀρχῇ περιέχει, λαβοῦσα τὴν πρόσρησιν, καίτοι μυρίων ἄλλων ἐμφερομένων πραγμάτων, ὅσα κατ’ εἰρήνην ἢ πόλεμον ἢ φορὰς καὶ ἀφορίας ἢ λιμὸν καὶ εὐθηνίαν ἢ τὰς μεγίστας τῶν ἐπὶ γῆς φθορὰς διὰ πυρὸς καὶ ὕδατος ἢ τοὐναντίον γενέσεις καὶ εὐτροφίας ζῴων καὶ φυτῶν κατὰ τὴν ἀέρος καὶ τῶν ἐτησίων ὡρῶν εὐκρασίαν καὶ ἀνδρῶν τῶν μὲν ἀρετῇ τῶν δὲ κακίᾳ συμβιωσάντων· ἀλλ’ ἐπεὶ τούτων τὰ μέν ἐστι τοῦ κόσμου μέρη, τὰ δὲ παθήματα, τελειότατον δὲ καὶ πληρέστατον ὁ κόσμος, αὐτῷ τὴν ὅλην βίβλον ἀνέθηκεν. ὃν μὲν οὖν τρόπον ἡ κοσμοποιία διατέτακται, διὰ τῆς προτέρας συντάξεως, ὡς οἷόν τε ἦν, ἠκριβώσαμεν. ἐπεὶ δὲ 1—3 Φίλωνος βίος σοφοῦ τοῦ κατὰ διδασκαλίαν τελειωθέντος ἡ νόμων ἀγράφων· ὅ ἐστι περὶ ἀβραάμ C, βίος σοφοῦ τοῦ κατὰ διδασκαλίαν τελειωθέντος νόμοις ἀγράφων, ὅς ἐστι περὶ ἀβραάμ G, τοῦ αὐτοῦ βίος σοφοῦ τοῦ κατὰ διδασκαλίαν τελειωθέντος ἡ νόμων, ὅς ἐστι περὶ ἀβραάμ F, τοῦ αὐτοῦ βίος κατὰ διδασκαλίαν τελειωθέντος ἡ νόμος ἀγράφων BE, ὢν τοῦ αὐτοῦ βίος (σοφοῦ ss.) τοῦ κατὰ διδασκαλίαν τελειωθέντος ἢ νόμος ἀγράφων (ὅ περὶ ἀβραάμ. add. postea) K, βίος σοφοῦ τοῦ κατὰ διδασκαλίαν τελειωθέντος ἢ νόμων ἀγράφων MA, περὶ βίου σοφοῦ ἢ νόμων ἀγράφων HP 3 τὸ πρῶτον addidi 5. 6 ἣν— περιέχει om. Arm 7 καὶ ἀφορίας BEK Arm: ἢ ἀφορίας ceteri 8 ἡ λιμὸν καὶ εὐθηνίαν om. Arm φθορὰς] φθορᾶς Α, φορὰς BE 8. 9 δι’ ὕδατος καὶ πυρὸς transp. Arm 10 τῶν pr.] τὴν Η (Turn.) ἀνδρῶν BEK: τῶν ἀνδρῶν ceteri 11 ἐπεὶ BEK: ἐπειδὴ ceteri τοῦ om. Κ 12 μαθήματα FG 13 συντέτακται Κ Philonis opera vol. IV 1 τοὺς νόμους κατὰ τὸ ἑξῆς καὶ ἀκόλουθον ἀναγκαῖον διερευνᾶσθαι, τῶν ἐπὶ μέρους καὶ ὡς ἂν εἰκόνων ὑπέρθεσιν ποιησάμενοι τοὺς καθολικωτέρους καὶ ὡς ἂν ἀρχετύπους προτέρους διερευνήσωμεν. οὗτοι δέ εἰσιν ἀνδρῶν οἱ ἀνεπιλήπτως καὶ καλῶς βιώσαντες, ὧν τὰς ἀρετὰς ἐν ταῖς ἱερωτάταις ἐστηλιτεῦσθαι γραφαῖς συμβέβηκεν, οὐ πρὸς τὸν ἐκείνων ἔπαινον αὐτὸ μόνον, ἀλλὰ καὶ ὑπὲρ τοῦ τοὺς ἐντυγχάνοντας προτρέψασθαι καὶ ἐπὶ τὸν ὅμοιον ζῆλον ἀγαγεῖν. οἱ γὰρ ἔμψυχοι καὶ λογικοὶ νόμοι ἄνδρες ἐκεῖνοι γεγόνασιν, οὓς δυοῖν χάριν ἐσέμνυνεν· ἑνὸς μὲν βουλόμενος ἐπιδεῖξαι, ὅτι τὰ τεθειμένα διατάγματα τῆς φύσεως οὐκ ἀπᾴδει, δευτέρου δὲ ὅτι οὐ πολὺς πόνος τοῖς ἐθέλουσι κατὰ τοὺς κειμένους νόμους ζῆν, ὁπότε καὶ ἀγράφῳ τῇ νομοθεσίᾳ, πρίν τι τὴν ἀρχὴν ἀναγραφῆναι τῶν ἐν μέρει, ῥᾳδίως καὶ εὐπετῶς ἐχρήσαντο οἱ πρῶτοι· ὡς δεόντως ἄν τινα φάναι, τοὺς τεθέντας νόμους μηδὲν ἄλλ’ ἢ ὑπομνήματα εἶναι βίου τῶν παλαιῶν, ἀρχαιολογοῦντας ἔργα καὶ λόγους, οἷς ἐχρήσαντο.