Ἡ μὲν πρὸ ταύτης γραφὴ περιεῖχε τῶν θεοπέμπτων ὀνείρων τοὺς κατὰ τὸ πρῶτον εἶδος ταττομένους, ἐφ’ οὗ τὸ θεῖον ἐλέγομεν κατὰ τὴν ἰδίαν ἐπιβολὴν τὰς ἐν τοῖς ὕπνοις ἐπιπέμπειν φαντασίας. ἐν ταύτῃ δ’, ὡς ἂν οἷόν τε ᾖ, δηλώσομεν τοὺς ἐφαρμόττοντας τῷ δευτέρῳ. δεύτερον δ’ εἶδος, ἐν ᾧ ὁ ἡμέτερος νοῦς τῷ τῶν ὅλων συγκινούμενος ἐξ ἑαυτοῦ κατέχεσθαί τε καὶ θεοφορεῖσθαι δοκεῖ, ὡς ἱκανὸς εἶναι προλαμβάνειν καὶ προγινώσκειν τι τῶν μελλόντων. ὄναρ δ’ ἐστὶ πρῶτον οἰκεῖον εἴδει τῷ σημαινομένῳ τὸ φανὲν ἐπὶ τῆς οὐρανοῦ κλίμακος τόδε· „καὶ ἐνυπνιάσθη· καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’ αὐτῆς· ὁ δὲ κύριος ἐπεστήρικτο ἐπ’ αὐτῆς· καὶ εἶπεν· ἐγώ εἰμι ὁ Φίλωνος MAG: om. FHP τοὺς ὀνείρους εἶναι transpos. F 1 μὲν MA: μὲν οὖν GFHP τῶν θεοπέμπτων ὀνείρων hic habct MA: post ταττομένους transpos. τῶν om. P) GFHP 3 ὑποβολὴν F, ἐπιβουλὴν P2 4 δὲ GFP ἄν om. L δηλώσωμεν Α ἐφαρμόττοντας MA; ἐφαρμόζοντας ceteri 5 ἦν , ἐν coni. Cohn 6 ἑαυτοῦ Η: αὐτοῦ δοκεῖ MAP: ἐδόκει GFH 7 δέ ἐστι GFHP 8 εἴδει Η: εἴδη G, ἤδη Α, εἴ τι MFP οὐρανοῦ κλίμακος G (Mang.): οὐρανοκλίμακος ceteri τὸ δὲ MAFP 9 post ἐνυπνιάσθη add. Ἰακὼβ GFHP 10 οἱ om. Α 11 αὐτῆ G post prius αὐτῆς· verba καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῆ γῆ ex lin. 9 repet. HP ὁ δὲ κύριος ἐπεστήρικτο MA: καὶ ὁ add. HP) κύριος ἐστήλωται GFHP αὐτὴ G ὁ MA, s. s. Η: om. GFP εἰμι] κύριος conicio (v. § 159. 166. 175) 1 ss. cf. Origenem in vol. I p. LXXXXXVII. 2 ss. cf. Posidonium apud Cic. De div. I 64. θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαάκ· μὴ φοβοῦ· ἡ γῆ, ἐφ’ ἧς σὺ καθεύδεις, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου, καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ λίβα καὶ βορρᾶν καὶ ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ἐν τῷ σπέρματί σου. καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, ᾗ ἂν πορευθῇς· καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησα σοι“ (Gen. 28,12—15). προκατασκευὴ δ’ ἐστὶ τῆς φαντασίας ἀναγκαία, ἣν ἀκριβώσαντες εὐμαρῶς ἴσως δυνησόμεθα καὶ τὰ δηλούμενα ὑπὸ τῆς φαντασίας καταλαβεῖν. τίς οὖν ἡ προκατασκευή; „καὶ ἐξῆλθε“ φησίν „Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαρράν, καὶ ἀπήντησε τόπῳ· ἔδυ γὰρ ὁ ἥλιος· καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ“ (ibid. 10. 11)· κἄπειτ’ εὐθύς ἐστι τὸ ὄναρ. οὐκοῦν ἄξιον ἐν ἀρχῇ ταυτὶ τρία διαπορῆσαι· ἓν μὲν τί τὸ τοῦ ὅρκου φρέαρ καὶ διὰ τί οὕτως ὠνομάσθη, δεύτερον δὲ τίς ἡ Χαρρὰν καὶ διὰ τί ἀπὸ τοῦ λεχθέντος φρέατος ἐξελθὼν εἰς Χαρρὰν ἔρχεται εὐθύς, τρίτον τίς ὁ τόπος καὶ διὰ τί, ὅταν γένηται κατ’ αὐτόν, ὁ μὲν ἥλιος δύεται, αὐτὸς δὲ κοιμᾶται.