<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="96"><p>ἣ τίκτει κενοδοξίαν, παρέστησεν· „ἀπέθανε“ γάρ φησι „Ῥαχὴλ
δυστοκήσασα“ (Gen. 35, 16. 19), ἐπειδὴ τῷ ὄντι ψυχῆς ἐστι θάνατος
<lb n="25"/> δόξης αἰσθητῆς καὶ κενῆς σπορά τε καὶ γέννησις.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="97"><p><milestone unit="altref" n="16"/> Τί δ’; οἱ τοῦ Ἰωσὴφ παῖδες, Ἐφραΐμ τε καὶ Μανασσῆς, οὐ πάνυ φυσικῶς ἐξωμοιοῦντο δυσὶ τοῖς πρεσβυτάτοις υἱοῖς τοῦ Ἰακώβ,
Ῥουβήν τε καὶ Συμεών; λέγει γάρ· „οἱ δύο υἱοί σου, οἱ γενόμενοι ἐν
Αἰγύπτῳ πρὸ τοῦ με ἐλθεῖν εἰς Αἴγυπτον, ἐμοί εἰσιν· Ἐφραῒμ καὶ
<lb n="30"/> Μανασσῆς ὡς Ῥουβὴν καὶ Συμεὼν ἔσονταί μοι“ (Gen. 48,5). τίνα
<note xml:lang="mul" type="footnote"><lb/>1 ἐν ἀποκρύψει στόμα ἀποκρινόμενον coni. Mang.
<lb/>2 οὐσίαις] ὕλαις coni. Mang. 
<lb/>4 φρόνημα B
<lb/>8 μεταληφθῆς Α
<lb/>11 παρὰ Β2: περὶ A (B1)
<lb/>17 τῷ ὃ coni. Mang. ᾦ] ὃ Β
<lb/>18 φυρόμενοι coni. Mang., fort. recte; v. Quis rer. div. her. § 234
<lb/>20 βασκανίαι conicio μέχρις Α
<lb/>22 οὐκ εὐκτός coni. Markland, ἄκληρος conicio
<lb/>23 ἢ Β2: ἣν ΑΒ1
<lb/>25 δόξης αὗ θνητῆς τε καὶ coni. Mang.
<lb/>26 Ἰωσὴφ in ras. Β Εὐφραΐμ Β οὐ om. Β
<lb/>27 ἐξομοιοῦντο Α
<lb/>28 Ῥουβήν scripsi: Ῥουβίμ codd., item lin. 30. 174,1
<lb/>29 με Β2: μὴ ΑΒ1
<lb/>30 Μανασσῆ Α</note>  

<pb n="v.3.p.174"/>
 οὖν τρόπον οἱ δύο τοῖς δυσὶν ἐφαρμόζονται, θεασώμεθα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="98"><p>Ῥουβὴν μὲν
σύμβολον εὐφυΐας ἐστίν — ἑρμηνεύεται γὰρ ὁρῶν υἱός, ἐπειδὴ πᾶς ὁ
εὐθιξίᾳ καὶ εὐφυΐᾳ χρώμενος ὁρατικός —, Ἐφραῒμ δέ, ὡς πολλάκις
εἴπομεν ἐν ἑτέροις, μνήμης — μεταληφθεὶς γάρ ἐστι καρποφορία, καρπὸς
δὲ ψυχῆς ἄριστος ἡ μνήμη —· συγγενὲς δὲ οὐδὲν ἕτερον οὕτως [τῷ] <lb n="5"/>
 ἑτέρῳ, ὡς εὐφυεῖ τὸ μεμνῆσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="99"><p>πάλιν ὁ Συμεὼν ὄνομα μαθήσεως
καὶ διδασκαλίας ἐστίν — εἰσακοὴ γὰρ ἑρμηνεύεται —, μανθάνοντος δ’
ἴδιον ἀκούειν τε καὶ προσέχειν τοῖς λεγομένοις, ὁ δὲ Μανασσῆς ἀναμνήσεως
 σύμβολον· καλεῖται γὰρ ἐκ λήθης.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="100"><p>τῷ δ’ ἐκ λήθης ἔξω
προϊόντι συμβαίνει κατὰ τὸ ἀναγκαῖον ἀναμιμνῄσκεσθαι· μαθήσεως δὲ <lb n="10"/>
ἀνάμνησις οἰκεῖον. πολλάκις γὰρ τοῦ μανθάνοντος ἀπορρεῖ τὰ θεωρήματα
μὴ δυναμένου δι’ ἀσθένειαν κρατεῖν καὶ πάλιν ἐξ ἀρχῆς ὑπαναπλεῖ.
τὸ μὲν οὖν τῆς ἀπορροῆς πάθος ὀνομάζεται λήθη, τὸ δὲ τῆς
 παλιρροίας ἀνάμνησις.</p></div></div></body></text></TEI>