<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="86"><p>τλητικώτερος μὲν γὰρ οὗτος, εὐτυχέστερος δ’ ἐκεῖνος·
ὁ μὲν γὰρ χρῆται διδασκάλῳ ἑτέρῳ, ὁ δ’ ἐξ ἑαυτοῦ ζητεῖ τε καὶ σκέπτεται
καὶ πολυπραγμονεῖ, μετὰ σπουδῆς ἐρευνῶν τὰ φύσεως, ἀδιαστάτῳ
 χρώμενος καὶ συνεχεῖ πόνῳ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="87"><p>διὰ τοῦτο τὸν μὲν Ἀβραάμ, ἐπειδὴ μένειν <lb n="5"/>
ἔμελλεν ἐν ὁμοίῳ, μετωνόμασεν ὁ ἄτρεπτος θεός, ἵν’ ὑπὸ τοῦ ἑστῶτος
καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντος τὸ μέλλον στήσεσθαι παγίως
ἱδρυθῇ, τὸν δὲ Ἰακὼβ ἄγγελος ὑπηρέτης τοῦ θεοῦ, λόγος, ἵν’ ὁμολογηθῇ
μηδὲν εἶναι τῶν μετὰ τὸ ὂν ἀκλινοῦς καὶ ἀρρεποῦς αἴτιον βεβαιότητος,
ἀλλ’ ἁρμονίας τῆς ὡς ἐν ὀργάνῳ μουσικῷ περιεχούσης ἐπιτάσεις <lb n="10"/>
καὶ ἀνέσεις φθόγγων πρὸς τὴν τοῦ μέλους ἔντεχνον κρᾶσιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="88"><p><milestone unit="altref" n="14"/> Ἀλλὰ τριῶν ὄντων τοῦ γένους ἀρχηγετῶν, οἱ μὲν ἄκροι
μετωνομάσθησαν, Ἀβραάμ τε καὶ Ἰακώβ, ὁ δὲ μέσος Ἰσαὰκ τῆς αὐτῆς
ἔλαχεν εἰς ἀεὶ προσρήσεως. διὰ τί; ὅτι ἡ μὲν διδακτικὴ ἀρετὴ καὶ ἀσκητικὴ
δέχονται τὰ πρὸς βελτίωσιν — ἐφίεται γὰρ δὴ ὁ μὲν διδασκόμενος <lb n="15"/>
ἐπιστήμης ὧν ἀγνοεῖ, ὁ δὲ ἀσκήσει χρώμενος στεφάνων καὶ τῶν προκειμένων
ἄθλων φιλοπόνῳ καὶ φιλοθεάμονι ψυχῇ —, τὸ δ’ αὐτοδίδακτον
καὶ αὐτομαθὲς γένος, ἅτε φύσει μᾶλλον ἢ ἐπιτηδεύσει συνιστάμενον, ἐξ
ἀρχῆς ἴσον καὶ τέλειον καὶ ἄρτιον ἠνέχθη, <milestone unit="altpage1" n="p. 592 M"/>  μηδενὸς ἐνδέοντος τῶν εἰς
 πλήρωσιν ἀριθμοῦ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="89"><p>ἀλλ’ οὐχ ὁ τῶν τοῦ σώματος ἐπιτηδείων προστάτης <lb n="20"/>
Ἰωσήφ· ἀλλάττει γὰρ τοὔνομα, Ψονθομφανὴχ ὑπὸ τοῦ τῆς χώρας βασιλέως
ἐπικληθείς (Gen. 41,45). ὃν δὲ λόγον ἔχει καὶ ταῦτα, μηνυτέον.
Ἰωσὴφ ἑρμηνεύεται πρόσθεμα· προσθήκη δ’ ἐστὶ τῶν φύσει τὰ θέσει,
χρυσός, ἄργυρος, κτήματα, πρόσοδοι, οἰκετῶν θεραπεῖαι, κειμηλίων καὶ
ἐπίπλων καὶ τῆς ἄλλης περιουσίας ἄφθονοι ὗλαι, τῶν ἡδονῆς ποιητικῶν <lb n="25"/>
 ἀμήχανοι τὸ πλῆθος παρασκευαί.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg018.1st1K-grc1" subtype="section" n="90"><p>ὧν τὸν ποριστὴν καὶ ἐπιμελητὴν
Ἰωσὴφ ὀνόματι εὐθυβόλῳ καλεῖσθαι συμβέβηκε πρόσθεμα, ἐπεὶ τῶν
ἔξωθεν ἐπεισοδιαζομένων καὶ προστιθεμένων τοῖς κατὰ φύσιν προστασίαν
ἀνῆπται. μαρτυροῦσι δ’ οἱ χρησμοὶ δηλοῦντες ὅτι τὰς τροφὰς τῆς σωματικῆς
χώρας ἁπάσης, Αἰγύπτου, θησαυρισάμενος ἐσιτάρχει (Gen. 41, <lb n="30"/>
</p></div></div></body></text></TEI>