τὸν γὰρ πραγματευόμενον τὰ περὶ φύσεως οὐρανοῦ πρότερον, ὃν μαθηματικὸν ἔνιοι προσαγορεύουσιν, ἐπὶ τὴν μετουσίαν καλέσας ἀρετῆς σοφὸν καὶ ἀπέδειξε καὶ ὠνόμασεν, ἐπιφημίσας τὸν μεταχαραχθέντα τρόπον, ὡς μὲν Ἑβραῖοι εἴποιεν ἄν, Ἀβραάμ, ὡς δ’ ἂν Ἕλληνες, πατέρα ἐκλεκτὸν ἠχοῦς. τίνος γάρ, φησίν, ἕνεκα χορείας καὶ περιόδους ἀστέρων ἐρευνᾷς καὶ τοσοῦτον ἀπὸ γῆς ἄνω πρὸς αἰθέρα πεπήδηκας; ἆρ’ ἵνα αὐτὸ μόνον τὰ ἐκεῖ περιεργάσῃ; καὶ τίς ἐκ τῆς τοσαύτης περιεργίας γένοιτ’ ἂν ὠφέλεια; τίς καθαίρεσις ἡδονῆς; τίς ἐπιθυμίας ἀνατροπή; τίς λύπης ἢ φόβου κατάλυσις; ποία παθῶν, ἃ κλονεῖ καὶ συγχεῖ τὴν ψυχήν, ἐκτομή; καθάπερ γὰρ δένδρων οὐδὲν ὄφελος, εἰ μὴ καρπῶν 1 Ἄβραμ Β 4 ὑφ᾿ scripsi: ἀφ᾿ codd. ἀναγνῶμεν] ἀνοίγωμεν coni. Mang., ἀκριβώσωμεν (cf. lin. 14) vel ἐρευνήσωμεν e gr. conicio, γνῶμεν coni. Cohn 8 πέρι codd. 13 Ἄβραμ B 16 ἠχοῦν coni.Mang. 20 ἐσκιογραφεῖτο A 29 ἵν᾿ B τοιαύτης conicio 2 sqq. cf. Ambros. de Abr. I 4,27. οἰστικὰ γένοιτο, τὸν αὐτὸν δὴ τρόπον οὐδὲ φυσιολογίας, εἰ μὴ μέλλοι κτῆσιν ἀρετῆς ἐνεγκεῖν· ὁ γὰρ καρπὸς αὐτῆς οὗτός ἐστι. διὸ καὶ τῶν πάλαι τινὲς ἀγρῷ τὸν κατὰ φιλοσοφίαν ἀπεικάσαντες λόγον φυτοῖς μὲν ἐξωμοίωσαν τὸ φυσικὸν μέρος, αἱμασιαῖς δὲ καὶ περιβόλοις τὸ λογικόν, καρπῷ δὲ τὸ ἠθικόν, ὑπολαβόντες καὶ τὰ ἐν κύκλῳ τείχη φυλακῆς ἕνεκα τοῦ καρποῦ κατεσκευάσθαι πρὸς τῶν ἐχόντων καὶ τὰ φυτὰ δεδημιουργῆσθαι γενέσεως καρποῦ χάριν. οὕτως οὖν ἔφασαν καὶ ἐν φιλοσοφίᾳ δεῖν τήν τε φυσικὴν καὶ λογικὴν πραγματείαν ἐπὶ τὴν ἠθικὴν ἀναφέρεσθαι, ᾗ βελτιοῦται τὸ ἦθος κτήσεως ὁμοῦ καὶ χρήσεως ἀρετῆς ἐφιέμενον.