Ἀβρὰμ γὰρ ἑρμηνεύεται μετέωρος πατήρ, Ἀβραὰμ δὲ πατὴρ ἐκλεκτὸς ἠχοῦς. ᾗ δὲ διαφέρει ταῦτ’ ἀλλήλων, εἰσόμεθα σαφέστερον, ἐπειδὰν τὸ δηλούμενον ὑφ’ ἑκατέρου πρότερον ἀναγνῶμεν. μετέωρον τοίνυν ἀλληγοροῦντές φαμεν τὸν ἀπὸ γῆς ἑαυτὸν εἰς ὕψος αἴροντα καὶ ἐπισκοποῦντα τὰ μετάρσια, μετεωροπόλον τε καὶ μετεωρολογικόν, ἐρευνῶντα τί ἡλίου μέγεθος, τίνες αὐτοῦ φοραί, πῶς τὰς ἐτησίους ὥρας διανέμει προσιὼν καὶ ἐξαναχωρῶν πάλιν ἰσοταχέσι ταῖς ἀνακυκλήσεσι, καὶ σελήνης περὶ φωτισμῶν, σχηματισμῶν, μειώσεως, αὐξήσεως, καὶ τῶν ἄλλων ἀστέρων κινήσεως, ἀπλανοῦς τε καὶ πεπλανημένης. ἡ γὰρ τούτων ἐξέτασις οὐκ ἀφυοῦς καὶ ἀγόνου ψυχῆς ἐστιν, ἀλλ’ ἐν τοῖς μάλιστα εὐφυοῦς καὶ δυναμένης ὁλόκληρα καὶ τέλεια γεννᾶν ἔγγονα. διὸ καὶ τὸν μετεωρολογικὸν „πατέρα“ εἶπεν, ὅτι οὐκ ἄγονος σοφίας. τὰ μὲν οὖν τοῦ Ἀβρὰμ σύμβολα οὕτως ἀκριβοῦται, τὰ δὲ τοῦ Ἀβραάμ, ὡς ὑποδείξομεν· ἦν δὲ τρία, πατὴρ καὶ ἐκλεκτὸς καὶ ἠχοῦς. φαμὲν δὴ τὴν μὲν ἠχὼ τὸν προφορικὸν εἶναι λόγον — τοῦ γὰρ ζῴου ἠχεῖον ὄργανόν ἐστι τὸ φωνητήριον —, τούτου δὲ πατέρα τὸν νοῦν — ἀπὸ γὰρ διανοίας ὥσπερ ἀπὸ πηγῆς φέρεται τὸ τοῦ λόγου νᾶμα —, ἐκλεκτὸν δὲ τὸν τοῦ σοφοῦ· ὅ τι γὰρ ἄριστον, ἐν τούτῳ. κατὰ μὲν οὖν τοὺς προτέρους χαρακτῆρας ὁ φιλομαθὴς καὶ μετεωρολέσχης ἐσκιαγραφεῖτο, κατὰ δὲ τοὺς ἀρτίως ὑποτυπωθέντας ὁ φιλόσοφος, μᾶλλον δ’ ὁ σοφὸς ἐδηλοῦτο. μηκέτ’ οὖν ὀνομάτων ἀλλαγὴν ὑπολάβῃς χαρίζεσθαι τὸ θεῖον, ἀλλὰ διὰ συμβόλων ἠθῶν ἐπανόρθωσιν.